previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βραχεῖαν, ἔτι δὲ σιμήν. λέγουσι δὲ αὐτὰς εἶναι καὶ φιλέλληνας, καὶ ἔχειν τοῦ γένους τοῦδε σύνεσίν τινα ἀπόρρητον, καὶ συμφυῆ πρὸς αὐτοὺς ἀποσώζειν φιλίαν, καὶ προσιόντων τε καὶ ἐπαφωμένων καὶ κοίλῃ τῇ χειρί πως ἐπικροτούντων μὴ ἄχθεσθαι μηδὲ ἀποσκιρτᾶν, καὶ συνδιημερεύειν μὲν αὐτοῖς ὥσπερ οὖν δεδεμένους, καθευδόντων δὲ καθεύδειν πλησίον. ἐὰν δὲ προσέλθῃ βάρβαρος, ὥσπερ οὖν αἱ ῥινηλατοῦσαι [p. 402] κύνες ἐκ τῶν ἰχνῶν συνιᾶσι τὰ θηρία, οὕτω τοι καὶ αἱ ἵπποι ἐκεῖναι γινώσκουσι τὸ γένος, καὶ χρεμετίζουσι καὶ φεύγουσιν οἷα δήπου δεδοικυῖαι θηρίον. τοῖς μὲν οὖν συνήθεσι καὶ χιλὸν ἐμβάλλουσι καὶ τὴν ἄλλην κομιδὴν προσφέρουσι πάνυ ἥδονται, καὶ βούλονται ὡραῖαι φαίνεσθαι, καὶ ἔτι μᾶλλον τοῖς ἑαυτῶν ἡνιόχοις. καὶ τὸ μαρτύριον, ὅταν νήχωνται, ἐνδοτέρω προχωροῦσιν τῆς λίμνης τῆς θαλάττης τῆς κρήνης, τὸ πρόσωπον φαιδρύνειν βουλόμεναι, ἵνα μή τι ἄμορφον ἀκαλλὲς ἐκ τῆς φάτνης ἐκ τῆς ὁδοῦ προσπεσὸν εἶτα ἐπιθολώσῃ τὸ κάλλος. λυκοσπάδι δὲ ἄρα ἵππῳ καὶ ἀλοιφαὶ εὐώδεις ὡς νύμφῃ φίλαι καὶ μύρων ὀσμή. καὶ Ὅμηρος δὲ τὸ φιληδεῖν ἵππους χρίσμασι φύσει πάντας ὁμολογεῖ λέγων

τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου, ὃς σφῶιν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ.
καὶ Σιμωνίδης δὲ ἐκ παντοδαπῶν θηρίων λέγων τὰς γυναῖκας γενέσθαι τε καὶ διαπλασθῆναί φησιν ἐνίαις ἐκ τῶν ἵππων τό τε φιλόκοσμον καὶ φιλόμυρον συντεχθῆναι καὶ ἐκείναις φύσει. δὲ λέγει, ταῦτά ἐστιν

τὴν δ᾽ ἵππος ἁβρὴ χαιτέεσσ᾽ ἐγείνατο,
δούλἰ ἔργα καὶ δύην περιτρέπει:
κοὔτ᾽ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον
ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη
ἵζοιτ᾽. ἀνάγκῃ δ᾽ ἄνδρα ποιεῖται φίλον.
λοῦται δὲ πάσης ἡμέρας ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται.
αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. [p. 403]
καλὸν μὲν οὖν θέημα τοιαύτη γυνὴ
ἄλλοισι, τῷ δ᾽ ἔχοντι γίγνεται κακόν,
ἢν μή τις τύραννος σκηπτοῦχος ,
ὅς τοῖς τοιούτοις θυμὸν ἀγλαΐζεται.
ἴδια δὲ ἵππων καὶ ἐκεῖνα δήπου. οἱ Πέρσαι, ἵνα μὴ ὦσιν αὐτοῖς οἱ ἵπποι καταπλῆγες, ψόφοις αὐτοὺς καὶ ἤχοις χαλκοῖς προσεθίζουσι, καὶ κωδωνίζουσιν, ὡς μή ποτε ἐν τῷ πολέμῳ δείσωσι τοὺς τῶν πανοπλιῶν ἀραγμοὺς καὶ τὸν τῶν ξιφῶν πρὸς τὰς ἀσπίδας δοῦπον. εἴδωλά τε νεκρῶν δὴ σεσαγμένα ἀχύροις ὑποβάλλουσιν αὐτοῖς, ἵνα προσεθισθῶσι νεκροὺς ἐν τῷ πολέμῳ πατεῖν, καὶ μὴ δεδιότες ὥς τι ἐκπληκτικὸν εἶτα μέντοι ἐν τοῖς ἔργοις τοῖς ὁπλιτικοῖς ἀχρεῖοι ὦσιν. οὐκ ἐλελήθει δὲ Ὅμηρον οὐδὲ τοῦτο, ὡς αὐτὸς δείκνυσιν. ὅτι γοῦν ἀνῃρέθη μὲν Θρᾷξ Ῥῆσος, σὺν αὐτῷ δὲ καὶ οἱ ἑταῖροι, ἀκούομεν ἐν Ἰλιάδι ἐκ παίδων: δὲ ἀκούομεν, ταῦτά ἐστιν. ἀποσφάττει μὲν τοῦ Τυδέως τοὺς Θρᾷκας, δὲ τοῦ Λαέρτου τοὺς ἀνῃρημένους ὑπάγει τῶν ποδῶν, ἵνα μή ποτε ἄρα νεήλυδες ὄντες οἱ Θρᾷκες ἵπποι εἶτα μέντοι ἐκπλήττωνται τοῖς νεκροῖς ἐμπαλασσόμενοι, καὶ ἀήθως κατ᾽ αὐτῶν ὥς τινων φοβερῶν βαίνοντες ἀποσκιρτῶσιν. οἳ δὲ ἅπαξ μαθόντες, οὐκ ἂν αὐτοὺς λάβοι τοῦ μαθήματος λήθη: οὕτως εἰσὶν ἀγαθοὶ μαθεῖν τι οὖν τῶν λυσιτελῶν οἱ ἵπποι. φιλεῖν δὲ οἷοί ποτέ εἰσι καὶ ἐς ὅσον, ἐμοὶ μὲν εἴρηται ἐν λόγοις τοῖς ἄνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: