Ἐμπεδοκλῆς ὁ φυσικός φησι, περὶ ζῴων ἰδιότητος λέγων καὶ ἐκεῖνος δήπου, γίνεσθαί τινα συμφυῆ καὶ κράσει μορφῆς μὲν διάφορα, ἑνώσει δὲ σώματος συμπλακέντα. ἃ δὲ λέγει, ταῦτά ἐστι
πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι,
βουγενῆ ἀνδρόπρῳρα, τὰ δ᾽ ἔμπαλιν ἐξανατέλλειν
ἀνδροφυῆ βούκρανα μεμιγμένα τῇ μὲν ἀπ᾽ ἀνδρῶν,
τῇ δὲ γυναικοφυῆ θιμβροῖς ἠσκημένα γυίοις.