previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγει δὲ ἄρα Κτησίας ἐν λόγοις Ἰνδικοῖς τοὺς [p. 406] καλουμένους Κυναμολγοὺς τρέφειν κύνας πολλοὺς κατὰ τοὺς Ὑρκανοὺς τὸ μέγεθος, καὶ εἶναί γε ἰσχυρῶς κυνοτρόφους. καὶ τὰς αἰτίας Κνίδιος ἐκείνας λέγει. ἀπὸ τῶν θερινῶν τροπῶν ἐς μεσοῦντα χειμῶνα ἐπιφοιτῶσιν αὐτοῖς ἀγέλαι βοῶν, οἱονεὶ μελιττῶν σμῆνος σφηκιὰ κεκινημένη, πλῆθος ἀριθμοῦ κρείττους οἱ βόες: εἰσὶ δὲ ἄγριοι καὶ ὑβρισταί, καὶ ἐς κέρας θυμοῦνται δεινῶς. οὔκουν ἔχοντες αὐτοὺς ἀναστέλλειν ἑτέρως οἳ δὲ τοὺς τροφίμους αὑτῶν κύνας ἐπ᾽ αὐτοὺς ἀφιᾶσιν ἐς τοῦτο ἀεὶ τρεφομένους, οἵπερ οὖν καταγωνίζονταί τε καὶ διαφθείρουσιν αὐτοὺς ῥᾷστα. εἶτα τῶν κρεῶν τὰ μὲν δοκοῦντά σφισιν ἐς ἐδωδὴν ἐπιτήδεια ἐξαιροῦσι, τὰ δὲ λοιπὰ τοῖς κυσὶν ἀποκρίνουσι, καὶ μάλα γε ἀσμένως κοινωνοῦντες αὐτοῖς, ὥσπερ οὖν εὐεργέταις ἀπαρχόμενοι. κατὰ τὴν ὥραν δὲ καθ᾽ ἣν οὐκέτι φοιτῶσιν οἱ βόες, συνθήρους αὐτοὺς ἐπὶ τοῖς ζῴοις τοῖς ἄλλοις ἔχουσι. καὶ τῶν θηλειῶν ἀμέλγουσι τὸ γάλα, καὶ ἐκ τούτου κέκληνται: πίνουσι γὰρ αὐτό, ὥσπερ οὖν ἡμεῖς τὸ τῶν οἰῶν τε καὶ τῶν αἰγῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: