previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀνησίκριτος Ἀστυπαλαιεὺς λέγει ἐν Ἰνδοῖς κατὰ τὴν Ἀλεξάνδρου τοῦ παιδὸς Φιλίππου ἀνάβασιν γενέσθαι δράκοντας δύο, οὓς Ἀβισάρης Ἰνδὸς ἔτρεφεν, ὧν μὲν ἦν πήχεων τετταράκοντα καὶ ἑκατόν, δὲ ὀγδοήκοντα: καί φησι ἐπιθυμῆσαι δεινῶς Ἀλέξανδρον θεάσασθαι αὐτούς. λέγουσι δὲ Αἰγύπτιοι λόγοι καὶ ἐπὶ τοῦ Φιλαδέλφου ἐξ Αἰθιοπίας ἐς τὴν Ἀλεξάνδρου πόλιν κομισθῆναι δράκοντας δύο ζῶντας, καὶ τὸν μὲν αὐτῶν εἶναι πήχεων δεκατεττάρων τὸν δὲ δεκατριῶν: ἐπί γε μὴν τοῦ Εὐεργέτου τρεῖς κομισθῆναι, καὶ τὸν μὲν εἶναι πήχεων ἐννέα, τὸν δὲ ἑπτά, τὸν δὲ τρίτον ἑνὶ ἀπολείπεσθαι: καὶ τρέφεσθαί γε ἐν Ἀσκληπιοῦ σὺν πολλῇ τῇ κομιδῇ αὐτοὺς Αἰγύπτιοί φασι. καὶ ἀσπίδας δὲ τετραπήχεις γίνεσθαι πολλάκις οἱ αὐτοὶ λέγουσι. μνήμην δὲ ἄρα τούτων ἐποιησάμην, τὸ ἴδιον τῶν ζῴων ἐπεξελθὼν καὶ ἐς ὅσον πέφυκε μῆκος προϊέναι δεῖξαι βουληθεὶς. λέγουσιν οὖν καὶ οἱ τὰς ὑπὲρ τῆς Χίου συγγράψαντες [p. 410] ἱστορίας γενέσθαι ἐν τῇ νήσῳ παρὰ τὸ ὄρος τὸ καλούμενον Πελινναῖον ἐν αὐλῶνί τινι δασεῖ καὶ δένδρων ὑψηλῶν πεπληρωμένῳ δράκοντα μεγέθει μέγιστον, οὗπερ οὖν καὶ τὸν συριγμὸν ἐπεφρίκεσαν οἱ τὴν Χίον κατοικοῦντες. οὔκουν οὐδὲ ἐτόλμων τινὲς τῶν γεωργούντων τῶν νεμόντων πλησίον γενόμενοι καταγνῶναι τὸ μέγεθος, ἀλλὰ ἐκ μόνης τῆς σύριγγος πελώριόν τε καὶ ἐκπληκτικὸν τὸ θηρίον εἶναι ἐπίστευον: ἐγνώσθη δ᾽ οὖν ὅσος ποτὲ τὸ μέγεθος ἦν δαιμονίᾳ τινὶ καὶ θαυμαστῇ μηχανῇ ναὶ μὰ Δία. σφοδροῦ γὰρ ἀνέμου καὶ σκληροῦ προσπεσόντος ἐρρίφη πρὸς ἄλληλα τὰ ἐν τῷ αὐλῶνι δένδρα, καὶ οἱ κλάδοι βιαίως ἀραττόμενοι τίκτουσι πῦρ, καὶ αἴρεται μεγίστη φλόξ, καὶ περιλαμβάνει τὸν πάντα χῶρον καὶ κυκλοῦται τὸν θῆρα: δὲ ἀποληφθεὶς καὶ ἐξερπύσαι μὴ δυνάμενος καταπίμπραται. οὐκοῦν γυμνωθέντος τοῦ τόπου γίνεται κάτοπτα πάντα: καὶ οἱ Χῖοι ἐλευθερωθέντες τοῦ δέους ἧκον ἐπὶ θέαν, καὶ καταλαμβάνουσι τὰ ὀστᾶ μεγέθει μέγιστα καὶ τὴν κεφαλὴν ἐκπληκτικήν, ὡς ἐκ τούτων ἔχειν συμβαλεῖν ὅσος τε ἐκεῖνος ἦν καὶ ὁποῖος ἔτι περιών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: