previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἑνετούς, ὅταν ἀρότου καὶ σπόρου ὥρα, τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα: εἴη δ᾽ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ μεμαγμέναι μάζαι καλῶς τε καὶ εὖ. βούλεται δὲ ἄρα τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτρειον μὴ ἀνορύττειν καταβληθέντα ἐς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος δὲ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι καὶ φοινικοῦς ἱμάντας τὴν [p. 419] χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν. καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα τρεῖς προῃρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος: οἵπερ οὖν ἐπανίασι θεασάμενοι, καὶ καλοῦσιν αὐτούς, πεφύκασιν οἳ μὲν καλεῖν, οἳ δὲ ὑπακούειν. ἔρχονται μὲν οὖν κατὰ νέφη: ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν: ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. ἄγευστοι γὰρ μένοντες οἱ προειρημένοι ἀδεκατεύτοις ὡς εἰπεῖν ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι, σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: