previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγει δὲ Κλείταρχος πιθήκων ἐν Ἰνδοῖς εἶναι γένη ποικίλα τὴν χρόαν, μεγέθει δὲ μέγιστα. ἐν δὲ τοῖς χωρίοις τοῖς ὀρείοις τοσοῦτον αὐτῶν τὸ πλῆθος εἶναι, ὡς Ἀλέξανδρόν φησι τὸν Φιλίππου καὶ πάνυ καταπλαγῆναι σὺν καὶ τῇ οἰκείᾳ δυνάμει, οἰόμενον ἀθρόους ἰδόντα στρατιὰν ὁρᾶν συνειλεγμένην καὶ ἐλλοχῶσαν αὐτόν. ὀρθοὶ δὲ ἄρα ἦσαν οἱ πίθηκοι κατὰ τύχην ἡνίκα ἐφάνησαν. θηρῶνται δὲ οὗτοι οὔτε δικτύοις οὔτε κυνῶν ῥινηλατούντων σοφίᾳ καὶ μάλα ἀγρευτικῇ. ἔστι δὲ τὸ ζῷον ὀρχηστικόν, εἰ θεῷτο ὀρχούμενον: καὶ θέλει γε αὐλεῖν, εἰ καταπνεῖν μάθοι. πρὸς τούτοις εἰ θεάσαιτό τινα ὑποδήματα τοῖς ποσὶ περιτιθέντα, μιμεῖται τὴν ὑπόδεσιν: καὶ ὑπογράφοντος τὼ ὀφθαλμὼ μέλανι, καὶ τοῦτο δρᾶσαι θέλει. οὐκοῦν ὑπὲρ τῶν εἰρημένων μολίβου πεποιημένα κοῖλα καὶ βαρέα ὑποδήματα προτιθέασι, βρόχους αὐτοῖς ὑποβαλόντες, ὡς ἐσβαλεῖν μὲν τὼ πόδε, ἔχεσθαι δὲ τῇ πάγῃ καὶ μάλα ἀφύκτῳ: δέλεαρ δὲ αὐτοῖς ὀφθαλμῶν πρόκειται ὑπὲρ τοῦ μέλανος ἰξός. κατόπτρῳ δὲ χρησάμενος Ἰνδὸς ὁρώντων ἐκείνων, οὐκ εἰσὶ δ᾽ ἔτι τὰ κάτοπτρα, ἀλλὰ ἕτερα προστιθέντες: εἶτα καὶ τούτοις ἕρματα ἰσχυρὰ ὑποπλέκουσι: καὶ μέντοι καὶ τοιαῦτά ἐστιν. οἱ μὲν οὖν ἔρχονται, καὶ γενναίως δρῶσι κατὰ μίμησιν ὧν εἶδον: ἐκπηδᾷ [p. 424] δὲ ἰσχύς τις κολλητικὴ βλεφάρων ἐκ τῆς πρὸς τὴν αὐγὴν ἀντιτυπίας, ὅταν ἴδωσιν ἀτενές: εἶτα οὐχ ὁρῶντες αἱροῦνται ῥᾷστα: φυγεῖν γὰρ ἔτι εἰσίν ἥκιστοι. εἴρηται μὲν ὑπὲρ πιθήκων καὶ ἄλλα, Ἰνδῶν τε καὶ οὐκ Ἰνδῶν: καὶ ταῦτα δὲ ἔχει τινὰ τῷ συνιέντι οὐκ ἀσπούδαστα, οὐ μὰ Δία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: