previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παρὰ Ἀρμενίοις ἀκούω πέτραν εἶναι ὑψηλήν, εἶτα ταύτην ὕδωρ ἐκβάλλειν πάμπολυ. ὑποκεῖσθαι δὲ τῇ πέτρᾳ πυνθάνομαι κρήνην τετράγωνον πάντη, καὶ ἑκάστην πλευρὰν σταδίου ἥμισυ ἔχειν, βάθος δὲ τριῶν ὀργυιῶν εἶναι. συνεκπίπτειν δὲ τῷ ὕδατι προσακούω τῷ προειρημένῳ καὶ ἰχθύας πολλάκις ἔχοντας τὸ μῆκος καὶ πήχεως καὶ ἔτι μείζους καὶ μέντοι καὶ ἐλάττονας, ἀλλ᾽ οὐ κατὰ πολύ. καὶ τοὺς μὲν αὐτῶν κατολισθάνειν ἡμιθνῆτας, τοὺς δὲ ἀσπαίροντας καὶ μάλα γε ἰσχυρῶς ἀποθνήσκειν. εἶναι δὲ αὐτοὺς φήμη λέγει πάνυ σφόδρα μέλανας καὶ ἰδεῖν ἀειδεῖς. ἂν δὲ τούτων γεύσηται ἄνθρωπος θηρίον, παραχρῆμα ἀπόλλυται. τοὺς μὲν οὖν Ἀρμενίους διὰ [p. 426] τὸ ἔνθηρον αὐτοῖς εἶναι καὶ πολύθηρον τὴν γῆν ἀθροίζειν αὐτοὺς καὶ αὐαίνειν ὑπὸ τῇ εἵλῃ τοῦ ἡλίου, εἶτα κόπτειν ἐπιδήσαντάς τι ταῖς ῥισὶ καὶ τῷ στόματι, ἵνα μὴ τῷ ἄσθματι σπάσαντες τὸν ἐκ τῶν πτισσομένων ἀέρα εἶτα ἀποθάνωσι. ποιήσαντες οὖν ἄλευρα τοὺς ἰχθῦς ἐν τοῖς μάλιστα θηριωδεστάτοις χωρίοις κατασπείρουσιν αὐτά, σῦκά γε μὴν παραμιγνύναι τοῖς ἀλεύροις ἔθος ἔχουσιν. οὕτω μὲν οὗν διαφθείρονται οἵ τε σῦς οἱ ἄγριοι καὶ αἱ δορκάδες καὶ οἱ ἔλαφοι καὶ οἱ ἄρκτοι καὶ οἱ ὄνοι οἱ ἄγριοι καὶ οἱ αἶγες, ἄγριοι μέντοι καὶ οὗτοι: συκοτράγα γὰρ ταῦτα καὶ ἀλφιτοφάγα τὰ ζῷά ἐστιν. λέοντας δὲ καὶ παρδάλεις καὶ λύκους σαρκοφάγα ὄντα ἑτέρως ἀναιροῦσι. τῶν γὰρ οἰῶν τῶν ἡμέρων καὶ τῶν αἰγῶν παρασχίσαντες τὴν πλευρὰν ἐς ὅσον καθεῖναι τὴν χεῖρα, ἐμπάττουσι τῶν αὐτῶν ἀλεύρων, προκεῖσθαι κακὸν ναὶ μὰ Δία δέλεαρ τοῖς προειρημένοις. ὅταν οὖν λέων πάρδαλις λύκος ἄλλο τι τοιοῦτον ἐντύχῃ καὶ γεύσηται, τέθνηκε παραχρῆμα. καὶ πᾶσα μὲν οὖν Ἀρμενία θηρίων ἀγρίων τροφός τε ἅμα καὶ μήτηρ ἐστίν, δὲ πεδιὰς ἔτι καὶ μᾶλλον πρὸς τῷ ποταμῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: