previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τῇ Κασπίᾳ γῇ λίμνην ἀκούω μεγίστην εἶναι, καὶ ἰχθῦς ἐν αὐτῇ γίνεσθαι μεγάλους, καὶ ὀξύρυγχοι καλοῦνται. οὐκοῦν οἱ Κάσπιοι θηρῶσιν αὐτούς, καὶ διαπάσαντες ἁλσὶ καὶ ταρίχους ἐργασάμενοί τε καὶ ἀποφήναντες αὔους, ἐπισάξαντες καμήλοις κομίζουσιν ἐς Ἐκβάτανα. καὶ ποιοῦσιν ἄλειφα ἐκ τῶνδε τῶν ἰχθύων ἀφελόντες τὴν πιμελήν, τῷ δὲ ἰχθυΐνῳ ἐλαίῳ χρίονται λιπαρῷ σφόδρα καὶ οὐ δυσώδει, τὰ δὲ ἔντερα ἐξέλκουσιν αὐτῶν καὶ ἕψουσι, καὶ ἐξ αὐτῶν ποιοῦσι κόλλαν καὶ μάλα γε ἐν χρείᾳ γίνεσθαι δυναμένην: συνέχει γὰρ πάντα ἐγκρατῶς, καὶ προσέχεται οἷς ἂν [p. 427] προσπλακῇ, καὶ ἰδεῖν ἐστι λαμπροτάτη. οὕτω δὲ συνέχει πᾶν τι ἂν συνδήσῃ τε καὶ συνάψῃ, ὡς καὶ δέκα ἡμερῶν αὐτὴν βρεχομένην μήτε λύεσθαι μήτε μὴν ἀφίστασθαι. ἀλλὰ καὶ τοὺς τὸν ἐλέφαντα χειρουργοῦντας χρῆσθαί τε αὐτῇ καὶ τὰ ἔργα ἐκπονεῖν κάλλιστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: