Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγει τις λόγος ἐν Κασπίοις ὄρνεον γίνεσθαι τὸ μὲν μέγεθος κατὰ τοὺς ἀλεκτρυόνας τοὺς μεγίστους, ποικίλον γε μὴν καὶ πολυχροίᾳ διηνθισμένον. καὶ πέτεταί γε ὕπτια ὡς ἀκούω ὑποτεῖναν τῷ τραχήλῳ τὰ σκέλη καὶ οἷον ἀνέχον αὐτοῖς αὐτόν. κλαγγὴν δὲ προΐεσθαι σκυλακίου. ποιεῖσθαι δὲ τὴν πτῆσιν οὐκ ἐν ἀέρι βαθεῖ ἀλλὰ περὶ τὴν γῆν, ἐλαφρίζειν ἐς ὕψος ἑαυτὸ μὴ δυνάμενον. Κάσπιος δὲ ἄρα καὶ οὗτος ὄρνις ἢ Ἰνδὸς μᾶλλον ῾λέγεται γὰρ καὶ ἐκείνῃ τὸ γένος οἱ καὶ ταύτᾐ, καὶ εἴη τὸ μέγεθος κατὰ χῆνα ἄν. καὶ ἔχει κεφαλὴν πλατεῖαν μὲν λεπτὴν δέ, καὶ τὰ σκέλη οἱ μακρά. καὶ κεκραμένη χρόα οἱ καὶ μικτή: τὸ μὲν γὰρ νῶτον αὐτῷ πορφυροῖς ἠγλάισται, τὰ δὲ ὑπὸ τὴν γαστέρα κόκκῳ γνησιωτάτῳ καὶ καλλίστῳ προσείκασται, κεφαλὴ δὲ καὶ δέρη λευκὰ ἄμφω. φθέγγεται δὲ κατὰ τὴν αἶγα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.