Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καμήλου κρέας ἥδεται λέων ἐσθίων. καὶ τὸ μαρτύριον, Ἡρόδοτος λέγει ταῖς Ξέρξου καμήλοις ταῖς τὸν σῖτον φερούσαις ἐπιθέσθαι λέοντας. τὰ δὲ ἄλλα οὐκ ἐσίνοντο, οὐχ ὑποζύγιον, οὐκ ἄνθρωπον, ἦ δ᾽ ὅς. ὀλίγα δὲ Ἡρόδοτος ᾔδει ἐξετάζων τροφὴν λεόντων Θρᾳκίων: ἴσασι δὲ καὶ Ἄραβες ταῦτα, καὶ ὅσοι λεόντων καὶ καμήλων μητέρα τε ἅμα καὶ τροφὸν γῆν ἔχουσιν. οὐκ ἂν γοῦν θαυμάσαιμι εἰ φύσει τινὶ ἀπορρήτῳ λέων ἥδεται καμήλου κρέας καὶ μὴ θεασάμενος φαγεῖν, εἴ ποτε ἐντύχοι: ἡ γὰρ φυσικὴ ἐπιθυμία καὶ τοὺς οὐκ ἰδόντας ἐς τὴν τῆς τροφῆς ἐπιθυμίαν ἀναφλέγει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.