previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Ἰνδοῖς ἐστι χώρα περὶ τὸν Ἀσταβόρραν ποταμὸν ἐν τοῖς καλουμένοις Ῥιζοφάγοις. κατὰ τὴν τοῦ Σειρίου τοίνυν ἐπιτολὴν κωνώπων νέφη τινὰ ἐκπληκτικὰ καὶ οἷα τὸν ἀέρα καταλαβεῖν ἐπιφανέντα εἶτα μέντοι ἐλύπησε πολλά. κατὰ μέντοι τὴν λίμνην τὴν καλουμένην Ἀορατίαν ῾Ἰνδῶν δὲ ἄρα καὶ αὕτη: πλησίον δέ ἐστι τοῦ προειρημένου ποταμοὖ τοῦτο μὲν τὸ θηρίον τὸν κώνωπα ἐπιπολάζειν: ἔρημον δὲ καὶ εἶναι τὸν χῶρον καὶ καλεῖσθαι. τὴν δὲ αἰτίαν ἐκείνην Ἰνδοί φασιν οἱ κύκλῳ περιοικοῦντες, τὸν χῶρον τὸν προειρημένον οὐκ ἄνωθεν οὐδὲ ἐξ ἀρχῆς ἄγονον ἀνθρώπων γενέσθαι, σκορπίους δὲ ἐπιπολάσαι πλῆθος ἄμαχον, καὶ φαλαγγίων τινὰ ἐπιφοιτῆσαι [p. 431] φοράν, φαλαγγίων δὲ καλοῦσι τετράγναθα. τεκεῖν δὲ ἄρα τὰ κακὰ ταῦτά φασιν ἀέρων πονηρίαν. καὶ τέως μὲν ἐγκαρτερεῖν τοὺς ἐκεῖθι τλημόνως τοῦ κακοῦ τὴν προσβολὴν καὶ φιλοπόνως ὑπομείναντας: ἐπεὶ δὲ ἦν παντελῶς ἄμαχον, καὶ διεφθείροντο ἡλικία πᾶσα, εἶτα μέντοι τελευτῶντες ὑπ᾽ ἀπορίας τοῦ ἀμύνασθαι τὴν καταβολὴν τῆς ἐπιδημίας τῆς προειρημένης ἐξέλιπον τὴν χώραν, καὶ ἐρήμην εἴασαν τὴν φίλην πρότερον καὶ πατρίδα ἀρίστην: οὐχ ἁμαρτήσομαι δὲ ἴσως οὐδὲ μητρίδα εἰπὼν τὴν αὐτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: