previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φύλαρχος ἐν τῇ δωδεκάτῃ ὑπὲρ τῶν Αἰγυπτίων ἀσπίδων ᾄδει τοιαῦτα. τιμᾶσθαί φησιν αὐτὰς ἰσχυρῶς, καὶ ἐκ ταύτης γε τῆς τιμῆς ἡμερωτάτας τε καὶ χειροήθεις γίνεσθαι. τοῖς παιδίοις οὖν συντρεφομένας μηδὲν ἀδικεῖν, καλουμένας δὲ ἐξέρπειν τῶν φωλεῶν καὶ ἀφικνεῖσθαι. κλῆσις δὲ αὐταῖς τῶν δακτύλων ἐστὶ κρότος. προτείνουσι δὲ ἄρα οἱ Αἰγύπτιοι καὶ ξένια αὐταῖς. ἐπὰν γὰρ ἀπὸ δείπνου γένωνται, ἄλφιτα οἴνῳ καὶ μέλιτι ἀναδεύσαντες κατὰ τῆς τραπέζης τιθέασιν, ἐφ᾽ ἧς ἔτυχον δεδειπνηκότες: εἶτα μέντοι κροτήσαντες οἱονεὶ δαιτυμόνας καλοῦσι. καὶ ἐκεῖναι ὥσπερ οὖν ὑπὸ συνθήματι παραγίνονται, καὶ ἄλλη ἀλλαχόθεν ἐξέρπει, καὶ περιστᾶσαι τὴν τράπεζαν τὴν μὲν λοιπὴν σπεῖραν ἐῶσι κατὰ τοῦ δαπέδου, ἄρασαι δὲ τὴν κεφαλὴν περιλιχμῶνται, καὶ ἡσυχῆ καὶ κατ᾽ ὀλίγον ἐμπίπλανται τῶν ἀλφίτων, καὶ καταναλίσκουσιν αὐτά. νύκτωρ δὲ ἐὰν ἐπείγῃ τι τοὺς Αἰγυπτίους, κροτοῦσι πάλιν: ὑποσημαίνει δὲ ἄρα αὐτὰς ὅδε ψόφος ἐξίστασθαί τε καὶ ἀναχωρεῖν. οὐκοῦν συνιᾶσιν ἐκεῖναι τὴν τοῦ κτύπου διαφορὰν καὶ ἐφ᾽ ὅτῳ τοῦτο δρᾶται, καὶ παραχρῆμα ἀναστέλλονται καὶ ἀφανίζονται, ἐς τοὺς χηραμούς τε καὶ φωλεοὺς ἕρπουσαι. οὖν ἀνιστάμενος οὔτε ἐμβαίνει τινὶ αὐτῶν οὔτε περιπίπτει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: