previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῖς ἀφύαις πηλὸς γένεσίς ἐστι: δι᾽ ἀλλήλων δὲ οὐ τίκτουσιν οὐδὲ ἐπιγίνονται, πηλὸς δὲ ἐν τῇ θαλάττῃ καὶ πάνυ ἰλυώδης ὅταν συστῇ καὶ γένηται μέλας, ἀλεαίνεταί τε φύσει τινὶ ἀπορρήτῳ τε καὶ ζῳογόνῳ καὶ μεταβάλλεται καὶ ἐς ζῷα τρέπεται πάμπολλα. καὶ αἵ γε ἀφύαι ταῦτά ἐστι, σκωλήκων δίκην ἐν τῷ βορβόρῳ καὶ τοῖς μυσαροῖς τικτομένων ἐκείνων. γενόμεναι δὲ αἱ ἀφύαι νηκτικώτατον χρῆμά εἰσι, καὶ δρῶσιν πεφύκασιν, εἶτα ἄγονταί τινι αἰτίᾳ θαυμαστῇ ἐς τὰ σωτήρια, ἔνθα ἕξουσι σκέπην καὶ πρόβλημα, μέλλει βιώσιμα αὐταῖς ἔσεσθαι. εἴη δ᾽ ἂν καταφυγὴ πέτρα ἀνεστῶσα ἐπὶ μέγα καὶ ὑψηλὸν οἱ καλούμενοι κρίβανοι: εἶεν δ᾽ ἂν κολπώδεις πέτραι βρωθεῖσαί τε ὑπὸ τῶν κυμάτων τῷ χρόνῳ καὶ κοῖλαι γεγενημέναι. ταῦτα δὲ ἄρα αὐταῖς φύσις ἔδειξε κρησφύγετα, ὥστε ὑπὸ τοῦ σάλου μὴ παίεσθαι μηδὲ ἀφανίζεσθαι: ἀσθενεῖς γάρ εἰσι καὶ ἥκιστα πρὸς τὰς ἐκείνων ἐμπτώσεις ἀντίτυποι. τροφῆς δὲ δέονται οὐδὲ ἕν, ἀπόχρη γε μὴν ἀλλήλας περιλιχμήσασθαι. ἄγρα δὲ [p. 46] αὐτῶν νήματα ἄγαν λεπτὰ καὶ ἐρραφέντα τούτοις ἀραιῶν στημονίων τὰ ἱμάτια. καὶ τέχνημα μὲν εἴη ἂν τοῦτο καὶ μάλα γε ἀρκοῦν ἐς αἵρεσίν τε καὶ ἅλωσιν αὐτῶν, ἐς δὲ ἄλλων ἰχθύων θήραν ἥκιστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: