Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ ἰουλίδες ἰχθῦς εἰσι πέτραις ἔντροφοι, καὶ ἔχουσιν ἰοῦ τὸ στόμα ἔμπλεων καὶ ὅτου ἂν ἰχθύος ἀπογεύσωνται, ἄβρωτον ἀπέφηναν αὐτόν. ἤδη δὲ καὶ οἱ ἁλιεῖς ἡμιβρώτῳ καρίδι περιτυχόντες, καὶ ἀξιώσαντες τὸ θήραμα ἄπρατον ὄν, εἰ ἀπογεύσαιντο [p. 55] αὐτοῦ ὑπὸ πενίας, κλονοῦνται τὴν γαστέρα καὶ στρέφονται. λυποῦσι δὲ καὶ τοὺς ἐν ταῖς ὑδροθηρίαις ὑποδυομένους τε καὶ νηχομένους, πολλαὶ καὶ δηκτικαὶ προσπίπτουσαι, ὡς αὐτόχρημα ἐπὶ τῆς γῆς αἱ μυῖαι: καὶ δεῖ σοβεῖν αὐτὰς ἤ κολάζεσθαι ἐσθιόμενον: σοβοῦντι δὲ ἐκ τῆς ἀσχολίας ἀπόλωλε τὸ ἔργον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.