Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μυσοῖς ἄγουσιν ἄχθη βόες, καὶ κεράτων ἄμοιροί εἰσι. λέγω δὲ τὴν ἀγέλην ἄκερων ὁρᾶσθαι οὐκέτι διὰ κρύος, ἀλλὰ τῶν βοῶν τῶνδε ἰδίᾳ φύσει, καὶ τὸ μαρτύριον παρὰ πόδας: γίνονται γὰρ καὶ ἐν [p. 58] Σκύθαις κεράτων οὐκ ἀγέραστοι βόες. ἐγὼ δὲ ἀκούω λέγοντός τινος ἐν συγγραφῇ καὶ μελίττας Σκυθίδας εἶναι, ἐπαΐειν τε τοῦ κρύους οὐδὲ ἕν, καὶ μέντοι καὶ πιπράσκειν ἐς Μυσοὺς κομίζοντας Σκύθας οὐκ ὀθνεῖον σφίσιν ἀλλὰ αὐθιγενὲς μέλι καὶ κηρία ἐπιχώρια. εἰ δὲ ἐναντία Ἡροδότῳ λέγω, μή μοι ἀχθέσθω: ὁ γὰρ ταῦτα εἰπὼν ἱστορίαν ἀποδείκνυσθαι ἀλλ᾽ οὐκ ἀκοὴν ᾄδειν ἔφατο ἡμῖν ἀβασάνιστον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.