previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγοι φασὶν Εὐβοέων δεῦρο φοιτῶντες, τοὺς ἁλιέας τοὺς ἐκεῖσε τοῖς δελφῖσι τοῖς ἐκεῖθι ἰσομοιρίαν τῆς θήρας ἀπονέμειν: καὶ ἀκούω τὴν ἄγραν τοιαύτην. γαλήνην εἶναι χρή, καὶ εἰ ταῦθ᾽ οὕτως ἔχει, τῆς πρῴρας τῶν ἀκατίων κοίλας τινὰς ἐξαρτῶσιν ἐσχαρίδας πυρὸς ἐνακμάζοντος: καὶ εἰσὶ διαφανεῖς, ὡς καὶ στέγειν τὸ πῦρ καὶ μὴ κρύπτειν τὸ φῶς. ἰπνοὺς καλοῦσιν αὐτάς. οἱ τοίνυν ἰχθῦς δεδίασι τὴν αὐγὴν καὶ τὴν λαμπηδόνα δυσωποῦνται: καὶ οἳ μὲν οὐκ εἰδότες τι βούλεται τὸ ὁρώμενον, πλησιάζουσι, μαθεῖν βουλόμενοι τοῦ φοβοῦντος σφᾶς τὴν αἰτίαν: εἶτα ἐκπλαγέντες πρός τινι πέτρᾳ ἡσυχάζουσιν ἀθρόοι παλλόμενοι τῷ δέει ἐς τὴν ᾐόνα ἐκπίπτουσιν ὠθούμενοι, καὶ ἐοίκασι τοῖς ἐμβεβροντημένοις. οὕτω γε μὴν διακειμένους ῥᾷστόν ἐστιν ἤδη καὶ τριαίνῃ πατάξαι. ἐπειδὰν οὖν θεάσωνται οἱ δελφῖνες τοὺς ἁλιέας τὸ πῦρ ἐξάψαντας, ἑαυτοὺς εὐτρεπίζουσι. καὶ οἳ μὲν ἠρέμα ὑπερέττουσιν, οἱ δὲ δελφῖνες τοὺς ἐξωτέρω τῶν ἰχθύων φοβοῦντες ὠθοῦσι καὶ τοῦ διαδιδράσκειν ἀναστέλλουσιν. οὐκοῦν ἐκεῖνοι πιεζόμενοι πανταχόθεν καὶ τρόπον τινὰ κεκυκλωμένοι ἔκ τε τῆς τούτων εἰρεσίας καὶ τῆς νήξεως τῆς ἐκείνων συνιᾶσιν ἄφυκτα εἶναι σφίσι, καὶ παραμένουσι καὶ ἁλίσκονται πάμπολύ τι χρῆμα. καὶ οἱ δελφῖνες προσίασιν ὡς ἀπαιτοῦντες τοῦ κοινοῦ πόνου [p. 37] τὴν ἐπικαρπίαν τὴν ὀφειλομένην σφίσιν ἐκ τῆς νομῆς, καὶ οἵ γε ἁλιεῖς πιστῶς καὶ εὐγνωμόνως ἀφίστανται τοῖς συνθήροις τοῦ δικαίου μέρους, εἰ βούλονται καὶ πάλιν σφίσι συμμάχους ἀκλήτους παρεῖναι καὶ ἀπροφασίστους. πιστεύουσι γὰρ οἱ ἐκεῖ θαλαττουργοὶ ὅτι παραβάντες ἕξουσιν ἐχθροὺς οὓς εἶχον πρότερον φίλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: