previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μαυρουσίῳ δὲ ἀνδρὶ λέων καὶ ὁδοῦ κοινωνεῖ καὶ πίνει τῆς αὐτῆς πηγῆς ὕδωρ. ἀκούω δὲ ὅτι καὶ ἐς τὰς οἰκίας τῶν Μαυρουσίων οἱ λέοντες φοιτῶσιν, ὅταν αὐτοῖς ἀπαντήσῃ ἀθηρία καὶ λιμὸς αὐτοὺς ἰσχυρὸς περιλάβῃ. καὶ ἐὰν μὲν παρῇ ἀνήρ, ἀνείργει τὸν λέοντα καὶ ἀναστέλλει διώκων ἀνὰ κράτος: ἐὰν δὲ μὲν ἀπῇ, μόνη δὲ γυνὴ καταλειφθῇ, λόγοις αὐτὸν ἐντρεπτικοῖς ἴσχει τοῦ πρόσω καὶ ῥυθμίζει, σωφρονίζουσα ἑαυτοῦ κρατεῖν καὶ μὴ φλεγμαίνειν ὑπὸ τοῦ λιμοῦ. ἐπαΐει δὲ ἄρα λέων φωνῆς Μαυρουσίας, καὶ νοῦς τῆς ἐπιπλήξεως τῇ γυναικὶ τῆς πρὸς τὸ θηρίον τοιόσδε ἐστίν, ὡς ἐκεῖνοι λέγουσι: ῾σὺ δὲ οὐκ αἰδῇ λέων ὢν τῶν ζῴων βασιλεὺς ἐπὶ τὴν ἐμὴν καλύβην ἰών, καὶ γυναικὸς δεόμενος ἵνα τραφῇς, καὶ δίκην ἀνθρώπου λελωβημένου τὸ σῶμα ἐς χεῖρας γυναικείας ἀποβλέπεις, ἵνα οἴκτῳ καὶ ἐλέῳ τύχῃς ὧν δέῃ; ὃν δέον ἐς ὀρείους ὁρμῆσαι διατριβὰς ἐπί τε ἐλάφους καὶ βουβαλίδας καὶ τὰ λοιπὰ ὅσα λεόντων δεῖπνον ἔνδοξον. κυνιδίου δὲ ἀθλίου φύσει ἀγαπᾷς παρατραφῆναι.᾿ καὶ μὲν ἐπᾴδει τοιαῦτα, δὲ ὥσπερ οὖν πληγεὶς τὴν ψυχὴν καὶ ὑποπλησθεὶς αἰδοῦς ἡσυχῆ καὶ κάτω βλέπων ἀπαλλάττεται, ἡττηθεὶς τῶν δικαίων. εἰ δὲ ἵπποι καὶ κύνες διὰ τὴν συντροφίαν ἀπειλούντων ἀνθρώπων συνιᾶσι [p. 60] καὶ καταπτήσσουσι, καὶ Μαυρουσίους οὐκ ἂν θαυμάσαιμι λεόντων ὄντας συντρόφους καὶ ὁμοτρόφους αὐτοῖς ὑπ᾽ αὐτῶν ἐκείνων ἀκούεσθαι. τοῖς γάρ τοι βρέφεσι τοῖς ἑαυτῶν μαρτυροῦσιν ὅτι τοὺς σκύμνους τῶν λεόντων τῆς ἴσης τε καὶ ὁμοίας διαίτης ἀξιοῦσι καὶ κοίτης μιᾶς καὶ στέγης: καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: