previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅταν μέλλωσι πέρδικες πρὸς τῷ τίκτειν εἶναι, παρασκευάζουσιν ἑαυτοῖς ἔκ τινων καρφῶν τὴν καλουμένην ἅλω. πλέγμα δέ ἐστι κοῖλον καὶ ἐγκαθίσαι μάλα ἐπιτήδειον. καὶ κόνιν ἐγχέαντες, καὶ μαλακήν τινα οἱονεὶ κοίτην ἐργασάμενοι, καὶ ἐνδύντες, εἶτα ἐπηλυγάσαντες ἑαυτοὺς ἄνωθεν κάρφεσιν ὑπὲρ τοῦ καὶ τοὺς ὄρνιθας λαθεῖν τοὺς ἁρπακτικοὺς καὶ τῶν ἀνθρώπων τοὺς θηρευτάς, κατὰ πολλὴν τὴν εἰρήνην ἀποτίκτουσιν: εἶτα τὰ ᾠὰ οὐ πιστεύουσι τῇ χώρᾳ τῇ αὐτῇ, ἀλλ᾽ ἑτέρᾳ, οἱονεὶ μετοικιζόμενοι: δεδοίκασι γὰρ μή ποτε ἄρα φωραθῶσιν. νεοττεύοντες δὲ τοὺς νεοττοὺς ὄντας ἁπαλοὺς ὑποθάλπουσι καὶ τοῖς ἑαυτῶν πτεροῖς ἀλεαίνουσιν, οἱονεὶ σπαργάνοις τοῖς πτίλοις περιαμπέχοντες: οὐ λούουσι δὲ αὐτούς, ἀλλὰ κονίοντες ἐργάζονται φαιδροτέρους. ἐὰν δὲ πέρδιξ ἴδῃ τινὰ προσιόντα καὶ ἐπιβουλεύοντα καὶ αὐτῷ καὶ τοῖς βρέφεσιν, ἐνταῦθα αὐτὸς μὲν ἑαυτὸν πρὸ τῶν ποδῶν κυλίει τῶν τοῦ θηρατοῦ, καὶ ἐνδίδωσιν ἐλπίδα τοῦ δύνασθαι συλλαβεῖν εἰλούμενον. καὶ μὲν ἐπικύπτει ἐς τὴν ἄγραν, δὲ ἐξελίττει ἑαυτόν: καὶ διαδιδράσκει καὶ γίνεται πρὸ ὁδοῦ τὰ βρέφη. ὅπερ οὖν συννοήσας πέρδιξ, θαρρῶν ἤδη τῆς ἀσχολίας τῆς ματαίας ἀπαλλάττει τὸν ὀρνιθοθήραν ἀναπτάς, καὶ [p. 66] ἐᾷ τὸν ἄνδρα κεχηνότα. εἶτα ἐν ἀδείᾳ μήτηρ γενομένη καὶ ἐν καλῷ στᾶσα τὰ βρέφη καλεῖ. οἳ δὲ αὐτῇ προσπέτονται γνωρίσαντες τὸ φώνημα. πέρδιξ δὲ ὠδῖνα ἀπολύειν μέλλων πειρᾶται λαθεῖν τὸν σύννομον, ἵνα μὴ τὰ ᾠὰ συντρίψῃ: λάγνος γὰρ ὢν οὐκ ἐᾷ τῇ παιδοτροφίᾳ σχολάζειν τὴν μητέρα. οὕτω δέ ἐστιν ἀκόλαστον τὸ τῶν περδίκων γένος. ὅταν αὐτοὺς ἀπολιποῦσαι εἶτα ἐπῳάζωσιν αἱ θήλειαι, οἳ δὲ ἐπίτηδες ἐς ὀργὴν ἀλλήλους ἐξάπτουσι, καὶ παίουσί τε καὶ παίονται πικρότατα: καὶ γε ἥττηθεὶς ὀχεύεται ὡς ὄρνις, καὶ δρᾷ τοῦτο ἀνέδην κρατήσας, ἔστ᾽ ἂν ὑφ᾽ ἑτέρου καὶ αὐτὸς ἡττηθεὶς εἶτα ἐς τὰς ὁμοίας λαβὰς ἐμπέσῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: