previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγει μὲν οὖν Εὐριπίδης δυσώνυμον τὸν φθόνον: οὗτος δὲ ἄρα ἐνοικεῖ καὶ τῶν ζῴων ἔστιν οἷς. γοῦν γαλεώτης, ὥς φησι Θεόφραστος, ὅταν ἀποδύσηται τὸ γῆρας, ἐπιστραφεὶς εἶτα μέντοι καταπιὼν ἀφανίζει αὐτό: δοκεῖ δὲ ἐπιλήψεως εἶναι τὸ γῆρας τὸ τοῦδε τοῦ ζῴου ἀντίπαλον. οἶδε δὲ καὶ ἔλαφος τὸ δεξιὸν κέρας ἔχων ἐς πολλὰ ἀγαθόν, καὶ μέντοι καὶ κατορύττει τε αὐτὸ καὶ ἀποκρύπτει φθόνῳ τοῦ τοσούτων τινα ἀπολαῦσαι. ἴυγγας δὲ ἐρωτικὰς τῷ πώλῳ συντίκτουσα ἵππος οἶδε: ταῦτά τοι καὶ ἅμα τῷ τεχθῆναι τὸ βρέφος δὲ τὸ ἐπὶ τῷ μετώπῳ σαρκίον ἀπέτραγεν. ἱππόμανες ἄνθρωποι καλοῦσιν αὐτό. καὶ οἱ γόητες τὰ τοιαῦτά φασιν ὁρμάς τινας ἑλκτικὰς ἐς μίξιν ἀκατάσχετον καὶ οἶστρον ἀφροδίσιον παρέχειν καὶ ἐξάπτειν. οὔκουν τὴν ἵππον ἐθέλειν ἀνθρώπους μεταλαγχάνειν τοῦ γοητεύματος τοῦδε, ὥσπερ οὖν ἀγαθοῦ μεγίστου φθονοῦσαν. οὐ γάρ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: