Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ Κρήτη καὶ τοῖς λύκοις καὶ τοῖς ἑρπετοῖς θηρίοις [p. 74] ἐχθίστη ἐστίν. ἀκούω δὲ Θεοφράστου λέγοντος καὶ ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ τοῖς λύκοις ἄβατα εἶναι. αἶγες δὲ ἄρα αἱ Κεφαλληνίδες οὐ πίνουσι μηνῶν ἕξ. οἶς δὲ Βουδινὰς οὐκ ὄψει λευκάς, ὥς φασι, μελαίνας δὲ πάσας. διαφορότης δὲ ἄρα τῶν ζῴων καὶ ἰδιότης εἴη ἂν καὶ ταύτῃ: τὰ μὲν γὰρ αὐτῶν ἐστι δάκετα καὶ ἐνίησιν ἀπὸ τοῦ ὀδόντος φάρμακον, βλητικὰ δὲ ὅσα παίσαντα εἶτα μέντοι καὶ ἐκεῖνα τὸ τοιοῦτον κακὸν ἐνίησιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.