previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πορφυρίων ὡραιότατός τε ἅμα καὶ φερωνυμώτατός ἐστι ζῴων, καὶ χαίρει κονιόμενος, ἤδη δὲ καὶ λοῦται τὸ τῶν περιστερῶν λουτρόν: οὐ πρότερον δὲ ἑαυτὸν ἐπιδίδωσι ταῖς κονίστραις καὶ τοῖς λουτροῖς, πρὶν ἂν βαδίσῃ τινὰ ἀριθμὸν βαδίσεων ἀρκοῦντά [p. 77] οἱ. σιτούμενος δὲ ἐπὶ μαρτύρων ἄχθεται, καὶ διὰ ταῦτα ἀναχωρεῖ, καὶ ὑπολανθάνων ἐσθίει. ζηλότυπος δέ ἐστιν ἰσχυρῶς, καὶ τὰς ὑπάνδρους τῶν γυναικῶν παραφυλάττει, καὶ ἐὰν καταγνῷ μοιχεύεσθαι τῆς οἰκίας τὴν δέσποιναν, ἀπάγχει ἑαυτόν. οὐ πέτεται δὲ ὑψηλός. χαίρουσί γε μὴν οἱ ἄνθρωποι αὐτῷ, καὶ τρέφουσι πεφεισμένως καὶ προμηθῶς αὐτόν. καὶ ἔοικεν σοβαρᾶς οἰκίας καὶ μέγα πλουσίας ἄθυρμα εἶναι, ὑποδέχεται νεὼς αὐτόν, καὶ ἄφετος ἀλᾶται εἴσω περιβόλου. τὸν ταὼν μὲν οὖν ὡραῖον ὄντα καὶ καταθύουσι καὶ σιτοῦνται οἱ ἄσωτοι: τοῦ γὰρ ὄρνιθος τὰ μὲν πτερὰ κόσμος ἐστί, τὸ δὲ σῶμα τι οὐδέν. πορφυρίωνα δὲ οὐκ οἶδα καταθύσαντα οὐδένα ἐπὶ δείπνῳ, οὐ Καλλίαν οὐ Κτήσιππον τοὺς Ἀθηναίους, οὐ Λεύκολλον οὐχ Ὁρτήσιον τοὺς Ῥωμαίους: εἶπον δὲ ὀλίγους ἐκ πολλῶν ἀσώτους καὶ ἀκρατεστάτους τῇ τε ἄλλῃ καὶ μέντοι καὶ περὶ γαστέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: