previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δότε μοι τοὺς τραγῳδοὺς πρὸς τοῦ πατρῴου Διὸς καὶ πρό γε ἐκείνων τοὺς μυθοποιοὺς ἐρέσθαι τί βουλόμενοι τοσαύτην ἄγνοιαν τοῦ παιδὸς τοῦ Λαΐου καταχέουσι τοῦ συνελθόντος τῇ μητρὶ τὴν δυστυχῆ σύνοδον, καὶ τοῦ Τηλέφου τοῦ μὴ πειραθέντος μὲν τῆς ὁμιλίας, συγκατακλινέντος δὲ τῇ γειναμένῃ καὶ πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ θείᾳ πομπῇ διεῖρξεν δράκων: εἴ γε φύσις τοῖς ἀλόγοις ζῴοις τὴν τοιαύτην μίξιν καὶ ἐκ τοῦ χρωτὸς δίδωσι κατανοῆσαι, καὶ οὐ δεῖται γνωρισμάτων οὐδὲ τοῦ ἐκθέντος ἐς τὸν Κιθαιρῶνα. οὐκ ἂν γοῦν ποτε τῇ τεκούσῃ ὁμιλήσειε κάμηλος. δέ τοι νομεὺς τῆς ἀγέλης κατακαλύψας τὸν θῆλυν ὡς οἷόν τε ἦν καὶ ἀποκρύψας πάντα πλὴν τῶν ἄρθρων, τὸν παῖδα ἐπάγει τῇ μητρί, καὶ ἐκεῖνος λάθριος ὑπὸ ὁρμῆς τῆς πρὸς μίξιν ἔφρασε τὸ ἔργον καὶ συνῆκε. καὶ τὸν μὲν [p. 80] αἴτιον τῆς ὁμιλίας οἱ τῆς ἐκθέσμου δάκνων καὶ πατῶν καὶ τοῖς γόνασι καίων ἀπέκτεινεν ἀλγεινότατα, ἑαυτὸν δὲ κατεκρήμνισεν. ἀμαθὴς δὲ καὶ κατὰ τοῦτο Οἰδίπους, οὐκ ἀποκτείνας, ἀλλὰ πηρώσας τὴν ὄψιν, καὶ τὴν τῶν κακῶν λύσιν μὴ γνοὺς ἐξὸν ἀπηλλάχθαι καὶ μὴ τῷ οἴκῳ καὶ τῷ γένει καταρώμενον εἶτα μέντοι κακῷ ἀνηκέστῳ ἰᾶσθαι κακὰ τὰ ἤδη παρελθόντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: