previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλεκτρυόνες ἐν ἀγέλῃ τὸν νέηλυν ἀναβαίνουσι πάντες. καὶ οἱ τιθασοὶ δὲ πέρδικες τὸν ἥκοντα πρῶτον καὶ οὔπω πεπραϋσμένον τὰ αὐτὰ δρῶσιν. ἀμειβόμενοι δὲ οἱ πέρδικες τοὺς τρέφοντας καὶ αὐτοὶ παλεύουσι τοὺς ἀφέτους καὶ ἀγρίους, κατὰ τὰς περιστερὰς δρῶντες καὶ οὗτοι τοῦτο. προσάγεται δὲ ἄρα πέρδιξ καὶ σειρῆνας ἐς τὸ ἐφολκὸν προτείνει τὸ τῶν ἄλλων τὸν τρόπον τοῦτον. ἕστηκεν ᾄδων καὶ ἔστιν οἱ τὸ μέλος προκλητικόν, ἐς μάχην ὑποθῆγον τὸν ἄγριον, ἕστηκε δὲ ἐλλοχῶν πρὸς τῇ πάγῃ: δὲ τῶν ἀγρίων κορυφαῖος ἀντᾴσας πρὸ τῆς ἀγέλης μαχούμενος ἔρχεται. τοίνυν τιθασὸς ἐπὶ πόδα ἀναχωρεῖ, δεδιέναι σκηπτόμενος: δὲ ἔπεισι γαῦρος, οἷα δήπου κρατῶν ἤδη, καὶ ἑάλωκεν ἐνσχεθεὶς τῇ πάγῃ. ἐὰν μὲν οὖν ἄρρην τοῖς θηράτροις περιπεσών, πειρῶνται ἐπικουρεῖν οἱ σύννομοι τῷ ἑαλωκότι: ἐὰν δὲ θῆλυς, παίουσι τὸν ἐνσχεθέντα ἄλλος ἀλλαχόθεν, ὡς διὰ τὴν λαγνείαν ἐς δουλείαν ἐμπεσόντα. καὶ ἐκεῖνο δὲ οὐ παρήσω, ἐπεὶ καὶ ἄξιον ἀκοῦσαι αὐτό. ἐὰν θῆλυς παλεύων, ἵνα μὴ ἐμπέσῃ ἄρρην, αἱ ἔξω θήλειαι μέλος ἀντῳδὸν ἠχοῦσι, καὶ ῥύονται τὸν ἐμπεσούμενον ἐς τὴν πάγην ταῖς συννόμοις καὶ πλείοσιν ἀσμένως συμπαραμένοντα, ὡς ἂν ἴυγγί τινι ἑλχθέντα ναὶ μὰ Δί᾽ ἐρωτικῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: