previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς λαγὼς καὶ τὰς ἀλώπεκας θηρῶσιν οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. κυνῶν ἐς τὴν ἄγραν οὐ δέονται, ἀλλὰ νεοττοὺς συλλαβόντες ἀετῶν καὶ κοράκων καὶ ἰκτίνων προσέτι τρέφουσι καὶ ἐκπαιδεύουσι τὴν θήραν. καὶ ἔστι τὸ μάθημα, πράῳ λαγῷ καὶ ἀλώπεκι τιθασῷ κρέας προσαρτῶσι, καὶ μεθιᾶσι θεῖν, καὶ τοὺς ὄρνιθας αὐτοῖς κατὰ πόδας ἐπιπέμψαντες τὸ κρέας ἀφελέσθαι συγχωροῦσιν. οἳ δὲ ἀνὰ κράτος διώκουσι, καὶ ἑλόντες τὸν τὴν ἔχουσιν ὑπὲρ τοῦ καταλαβεῖν ἆθλον τὸ κρέας. καὶ τοῦτο μὲν αὐτοῖς δέλεάρ ἐστι καὶ μάλα ἐφολκόν. οὐκοῦν ὅταν ἀκριβώσωσι τὴν σοφίαν τὴν θηρατικήν, ἐπὶ τοὺς ὀρείους λαγὼς μεθιᾶσιν αὐτοὺς καὶ ἐπὶ τὰς ἀλώπεκας τὰς ἀγρίας. οἳ δὲ ἐλπίδι τοῦ δείπνου τοῦ συνήθους, ὅταν τι τούτων φανῇ, μεταθέουσι, καὶ αἱροῦσιν ὤκιστα, καὶ τοῖς δεσπόταις ἀποφέρουσιν, ὡς λέγει Κτησίας. καὶ ὅτι ὑπὲρ τοῦ τέως προσηρτημένου κρέως αὐτοῖς τὰ σπλάγχνα τῶν ᾑρημένων δεῖπνόν ἐστιν, ἐκεῖθεν καὶ τοῦτο ἴσμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), HYPERBORE´I
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: