previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν Ἰνδῶν γῆ, φασὶν αὐτὴν οἱ συγγραφεῖς πολυφάρμακόν τε καὶ τῶν βλαστημάτων τῶνδε δεινῶς πολύγονον εἶναι. καὶ τὰ μὲν σώζειν αὐτῶν καὶ ἐκ τῶν κινδύνων ῥύεσθαι τοὺς ὑπὸ τῶν δακέτων ὁμοῦ τῷ θανάτῳ ὄντας ῾πολλὰ δὲ ἐκεῖθι τοιαῦτἀ, τὰ δὲ ἀπολλύναι καὶ διαφθείρειν ὀξύτατα, ὧνπερ οὖν καὶ τὸ ἐκ τοῦ ὄφεως τοῦ πορφυροῦ γινόμενον εἴη ἂν. ἔστι δὲ ἄρα οὗτος ὄφις κατὰ σπιθαμὴν τὸ μῆκος ὅσα ἰδεῖν: χρόαν δὲ ἔοικε πορφύρᾳ τῇ βαθυτάτῃ. λευκὴν δὲ κεφαλὴν καὶ οὐκέτι πορφυρᾶν περιηγοῦνται αὐτοῦ, λευκὴν δὲ οὐχ ὡς εἰπεῖν ἔπος, ἀλλὰ καὶ χιόνος ἐπέκεινα καὶ γάλακτος. ὀδόντων δὲ ἄγονός ἐστιν ὄφις οὗτος: εὑρίσκεται δ᾽ ἐν τοῖς πυρωδεστάτοις τῆς Ἰνδικῆς χωρίοις. καὶ δάκνειν μὲν ἥκιστός ἐστι, καὶ κατά γε τοῦτο φαίης ἂν τιθασὸν αὐτὸν εἶναι καὶ πρᾶον: οὗ δ᾽ ἂν κατεμέσῃ, ὡς ἀκούω, ἀνθρώπου τινὸς θηρίου, τοῦδε τὸ μέλος διασαπῆναι ἀνάγκη πᾶν. οὐκοῦν θηραθέντα αὐτὸν ἐκ τοῦ οὐραίου μέρους ἐξαρτῶσι, καὶ οἷα εἰκὸς κάτω τὴν κεφαλὴν ἔχει, καὶ ἐς γῆν ὁρᾷ: ὑπ᾽ αὐτὸ δὲ τὸ στόμα τοῦ θηρὸς ἀγγεῖόν τι τιθέασι πεποιημένον χαλκοῦ. καὶ διὰ τοῦ στόματος σταγόνες ἐκείνῳ λείβονται ἐς τοῦτο, καὶ τὸ καταρρεῦσαν συνίσταταί τε καὶ πήγνυται, καὶ ἐρεῖς ἰδὼν ἀμυγδαλῆς δάκρυον εἶναι. καὶ μὲν ἀποθνήσκει ὄφις, ὑφαιροῦσι δὲ τὸ σκεῦος, καὶ προστιθέασιν ἄλλο, χαλκοῦν καὶ ἐκεῖνο: νεκροῦ δὲ ἐκρεῖ πάλιν ὑγρὸς ἰχώρ, καὶ ἔοικεν ὕδατι. τριῶν δὲ ἡμερῶν ἐῶσι, καὶ συνίσταται μέντοι καὶ οὗτος. εἴη δ᾽ ἂν ἀμφοῖν διαφορὰ κατὰ τὴν χρόαν: μὲν γὰρ δεινῶς ἐστι μέλαινα, δὲ ἠλέκτρῳ [p. 97] εἴκασται. οὐκοῦν τούτου μὲν εἰ δοίης τινὶ ὅσον σησάμου μέγεθος ἐμβαλὼν ἐς οἶνον ἐς σιτίον, πρῶτον μὲν αὐτὸν σπασμὸς περιλήψεται καὶ μάλα ἰσχυρός, εἶτα διαστρέφονταί οἱ τὼ ὀφθαλμώ, δὲ ἐγκέφαλος διὰ τῶν ῥινῶν κατολισθάνει λειβόμενος, καὶ ἀποθνήσκει καὶ μάλα οἴκτιστα: ἐὰν δὲ ἔλαττον λάβῃ τοῦ φαρμάκου, ἄφυκτα μὲν αὐτῷ τὸ ἐντεῦθέν ἐστι, χρόνῳ δὲ ἀπόλλυται. ἐὰν δὲ τοῦ μέλανος ὀρέξῃς, ὅπερ οὖν κατέρρευσε τεθνεῶτος, ὅσον σησάμου καὶ τοῦτο μέγεθος, ὑπόπυος γίνεται, καὶ φθόη καταλαμβάνει τὸν λαβόντα, καὶ ἐνιαυτοῦ ἀναλίσκεται τηκεδόνι: πολλοὶ δὲ καὶ ἐς ἔτη δύο προῆλθον, κατὰ μικρὰ ἀποθνήσκοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: