previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Ἰνδοῖς γίνεται θηρία τὸ μέγεθος ὅσον γένοιντο ἂν οἱ κάνθαροι, καὶ ἔστιν ἐρυθρά: κινναβάρει δὲ εἰκάσειας ἄν, εἰ πρῶτον θεάσαιο αὐτά. πόδας [p. 102] δὲ ἔχει ταῦτα μηκίστους, καὶ προσάψασθαι μαλακά ἐστι. φύεται δὲ ἄρα ἐπὶ τῶν δένδρων τῶν φερόντων τὸ ἤλεκτρον, καὶ σιτεῖται τὸν τῶν φυτῶν καρπὸν τῶνδε. θηρῶσι δὲ αὐτὰ οἱ Ἰνδοὶ καὶ ἀποθλίβουσι, καὶ ἐξ αὐτῶν βάπτουσι τάς τε φοινικίδας καὶ τοὺς ὑπ᾽ αὐταῖς χιτῶνας καὶ πᾶν τι ἂν ἐθέλωσιν ἄλλο ἐς τήνδε τὴν χρόαν ἐκτρέψαι τε καὶ χρῶσαι. κομίζεται δὲ ἄρα τοιάδε ἐσθὴς καὶ τῷ τῶν Περσῶν βασιλεῖ. καὶ τό γε εὐειδὲς τῆς ἐσθῆτος δοκεῖ τοῖς Πέρσαις θαυμαστόν, ἀντικρινομένη δὲ ταῖς Περσῶν ἐπιχωρίοις κρατεῖ κατὰ πολὺ καὶ ἐκπλήττει, ὥς φησι Κτησίας: ἐπεὶ καὶ τῶν ᾀδομένων Σαρδιανικῶν ὀξυτέρα τέ ἐστι καὶ τηλαυγεστέρα. γίνονται δὲ ἐνταῦθα τῆς Ἰνδικῆς, ἔνθα οἱ κάνθαροι, καὶ οἱ καλούμενοι κυνοκέφαλοι, οἷς τὸ ὄνομα ἔδωκεν τοῦ σώματος ὄψις τε καὶ φύσις: τὰ δὲ ἄλλα ἀνθρώπων ἔχουσι, καὶ ἠμφιεσμένοι βαδίζουσι δορὰς θηρίων. καί εἰσι δίκαιοι, καὶ ἀνθρώπων λυποῦσιν οὐδένα, καὶ φθέγγονται μὲν οὐδὲ ἕν, ὠρύονται δέ, τῆς γε μὴν Ἰνδῶν φωνῆς ἐπαΐουσι. τροφὴ δὲ αὐτοῖς τῶν ζῴων τὰ ἄγρια: αἱροῦσι δὲ αὐτὰ ῥᾷστα, καὶ γάρ εἰσιν ὤκιστοι, καὶ ἀποκτείνουσι καταλαβόντες, καὶ ὀπτῶσιν οὐ πυρί, ἀλλὰ πρὸς τὴν εἵλην τὴν τοῦ ἡλίου ἐς μοίρας διαξήναντες. τρέφουσι δὲ καὶ αἶγας καὶ οἶς. καὶ σῖτον μὲν ποιοῦνται τὰ ἄγρια, πίνουσι δὲ τὸ ἐκ τῶν θρεμμάτων γάλα ὧν τρέφουσι. μνήμην δὲ αὐτῶν ἐν τοῖς ἀλόγοις ἐποιησάμην, καὶ εἰκότως: ἔναρθρον γὰρ καὶ εὔσημον καὶ ἀνθρωπίνην φωνὴν οὐκ ἔχουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: