previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὄνους ἀγρίους οὐκ ἐλάττους ἵππων τὰ μεγέθη ἐν Ἰνδοῖς γίνεσθαι πέπυσμαι. καὶ λευκοὺς μὲν τὸ ἄλλο εἶναι σῶμα, τήν γε μὴν κεφαλὴν ἔχειν πορφύρᾳ παραπλησίαν, τοὺς δὲ ὀφθαλμοὺς ἀποστέλλειν κυανοῦ χρόαν. κέρας δὲ ἔχειν ἐπὶ τῷ μετώπῳ ὅσον πήχεως τὸ μέγεθος καὶ ἡμίσεος προσέτι, καὶ τὸ μὲν κάτω μέρος τοῦ κέρατος εἶναι λευκόν, τὸ δὲ ἄνω φοινικοῦν, τό γε μὴν μέσον μέλαν δεινῶς. ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος. καί φασι νόσων ἀφύκτων ἀμαθῆ καὶ ἄπειρον γίνεσθαι τὸν ἀπογευσάμενον ἐκ τοῦδε τοῦ κέρατος: μήτε γὰρ σπασμῷ ληφθῆναι ἂν αὐτὸν μήτε τῇ καλουμένῃ ἱερᾷ νόσῳ, μήτε μὴν διαφθαρῆναι φαρμάκοις. ἐὰν δέ τι καὶ πρότερον πεπωκὼς κακόν, ἀνεμεῖν τοῦτο, καὶ ὑγιᾶ γίνεσθαι αὐτόν. πεπίστευται δὲ τοὺς ἄλλους τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὄνους καὶ ἡμέρους καὶ ἀγρίους καὶ τὰ ἄλλα μώνυχα θηρία ἀστραγάλους οὐκ ἔχειν, οὐδὲ μὴν ἐπὶ τῷ ἥπατι χολήν, ὄνους δὲ τοὺς Ἰνδοὺς λέγει Κτησίας τοὺς ἔχοντας τὸ κέρας ἀστραγάλους φορεῖν, καὶ ἀχόλους μὴ εἶναι: λέγονται δὲ οἱ ἀστράγαλοι μέλανες εἶναι, καὶ εἴ τις αὐτοὺς συντρίψειεν, εἶναι τοιοῦτοι καὶ τὰ ἔνδον. εἰσὶ δὲ καὶ ὤκιστοι οἵδε οὐ μόνον τῶν ὄνων, ἀλλὰ καὶ ἵππων καὶ ἐλάφων: καὶ ὑπάρχονται μὲν ἡσυχῆ τοῦ δρόμου, κατὰ μικρὰ δὲ ἐπιρρώννυνται, καὶ διώκειν ἐκείνους τοῦτο δὴ τὸ ποιητικὸν μεταθεῖν τὰ ἀκίχητά ἐστιν. ὅταν γε [p. 105] μὴν θῆλυς τέκῃ, καὶ περιάγηται τὰ ἀρτιγενῆ, σύννομοι αὐτοῖς οἱ πατέρες αὐτῶν φυλάττουσι τὰ βρέφη. διατριβαὶ δὲ τοῖς ὄνοις τῶν Ἰνδικῶν πεδίων τὰ ἐρημότατά ἐστιν. ἰόντων δὲ τῶν Ἰνδῶν ἐπὶ τὴν ἄγραν αὐτῶν, τὰ μὲν ἁπαλὰ καὶ ἔτι νεαρὰ ἑαυτῶν νέμεσθαι κατόπιν ἐῶσιν, αὐτοὶ δὲ ὑπερμαχοῦσι, καὶ ἴασι τοῖς ἱππεῦσιν ὁμόσε, καὶ τοῖς κέρασι παίουσι. τοσαύτη δὲ ἄρα ἰσχὺς τῶνδέ ἐστιν. οὐδὲν ἀντέχει αὐτοῖς παιόμενον, ἀλλὰ εἴκει καὶ διακόπτεται καὶ ἐὰν τύχῃ κατατέθλασται καὶ ἀχρεῖόν ἐστιν. ἤδη δὲ καὶ ἵππων πλευραῖς ἐμπεσόντες διέσχισαν καὶ τὰ σπλάγχνα ἐξέχεαν. ἔνθεν τοι καὶ ὀρρωδοῦσιν αὐτοῖς πλησιάζειν οἱ ἱππεῖς: τὸ γάρ τοι τίμημα τοῦ γενέσθαι πλησίον θάνατός ἐστιν οἴκτιστος αὐτοῖς, καὶ ἀπόλλυνται καὶ αὐτοὶ καὶ οἱ ἵπποι. δεινοὶ δέ εἰσι καὶ λακτίσαι. δήγματα δὲ ἄρα ἐς τοσοῦτον καθικνεῖται αὐτῶν, ὡς ἀποσπᾶν τὸ περιληφθὲν πᾶν. ζῶντα μὲν οὖν τέλειον οὐκ ἂν λάβοις, βάλλονται δὲ ἀκοντίοις καὶ οἰστοῖς, καὶ τὰ κέρατα ἐξ αὐτῶν Ἰνδοὶ νεκρῶν σκυλεύσαντες ὡς εἶπον περιέπουσιν. ὄνων δὲ Ἰνδῶν ἄβρωτόν ἐστι τὸ κρέας: τὸ δὲ αἴτιον, πέφυκεν εἶναι πικρότατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: