previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γῆν τὴν Παριανῶν καὶ τὴν γείτονα Κύζικον ὄρνιθας οἰκεῖν μέλανας ἰδεῖν φασι, τὸ δὲ σχῆμα εἴποις ἱέρακας αὐτοὺς ἄν. ἄγευστοι δέ εἰσι σαρκῶν, καὶ σωφρονοῦσι περὶ τὴν γαστέρα, καὶ αὐτοῖς τὰ σπέρματα εἶναι δεῖπνον ἀπόχρη. ὅταν δὲ ὑπάρξηται τὸ μετόπωρον, ἐς τὴν Ἰλιάδα γῆν ἀγέλη τῶνδε τῶν ὀρνίθων ῾καλοῦσι δὲ αὐτοὺς μέμνονασ᾽ εὐθὺ τοῦ Μεμνονείου τάφου φοιτῶσι. λέγουσι δὲ οἱ τὴν Τρωάδα ἔτι οἰκοῦντες ἠρίον εἶναί τι τῷ τῆς Ἠοῦς Μέμνονι ἄνετον: καὶ αὐτὸν μὲν τὸν νεκρὸν ἐς τὰ Σοῦσα τὰ οὕτω Μεμνόνεια ὑμνούμενα ὑπὸ τῆς μητρὸς κομισθέντα μετέωρον ἐκ τῶν φονῶν τυχεῖν κηδεύσεως τῆς προσηκούσης αὐτῷ, ἐπονομάζεσθαι δέ οἱ τὴν στήλην τὴν ἐνταῦθα ἄλλως. οὐκοῦν τοὺς ὄρνιθας τοὺς ἐπωνύμους τοῦ ἥρωος τοῦ προειρημένου ἀφικνεῖσθαι κατὰ πᾶν ἔτος, καὶ διαιρεῖσθαί τε καὶ διασχίζεσθαι ἐς ἔχθραν καὶ διαφοράν, καὶ μάχεσθαι μάχην καρτεράν, ἔστ᾽ ἂν οἳ μὲν αὐτῶν ἀποθάνωσιν οἱ ἡμίσεις, οἳ δὲ ἀπέλθωσιν οἱ κρατήσαντες ἔνθεν τοι καὶ ἀφίκοντο. ὅπως μὲν οὖν ταῦτα δρᾶται καὶ ὁπόθεν, οὔ μοι σχολὴ φιλοσοφεῖν νῦν, οὐδὲ μὴν τὰ τῆς φύσεως ἀπόρρητα ἀνιχνεύειν: εἰρήσεται δὲ ἐκεῖνο. ἐπιτάφιον τῷ παιδὶ τῷ τῆς Ἠοῦς καὶ Τιθωνοῦ τοῦτον ὅσα ἔτη τὸν ἀγῶνα ἀθλοῦσιν οἱ προειρημένοι ὄρνιθες: Πελίαν δὲ ἅπαξ ἐτίμησαν Ἕλληνες ἀγῶνι καὶ Ἀμαρυγκέα καὶ μέντοι καὶ Πάτροκλον καὶ τὸν ἀντίπαλον Μέμνονος τὸν Ἀχιλλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: