previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέλει τῷ βασιλεῖ τῶν μελιττῶν κεκοσμῆσθαι τὸ σμῆνος τὸν τρόπον τοῦτον. τὰς μὲν προστάττει ὑδροφορεῖν, τὰς δὲ ἔνδον κηρία διαπλάττειν, τήν γε μὴν [p. 114] τρίτην μοῖραν ἐπὶ τὴν νομὴν προϊέναι: εἶτα μέντοι ἀμείβουσι τὰ ἔργα ἐκ περιόδου κάλλιστά πως ἀποκριθεῖσαι. αὐτὸς δὲ βασιλεύς, ἀπόχρη οἱ τούτων πεφροντικέναι καὶ νομοθετεῖν ὅσα προεῖπον κατὰ τοὺς μεγάλους ἄρχοντας, οὓς οἱ φιλόσοφοι φιλοῦσιν ὀνομάζειν πολιτικούς τε καὶ βασιλικοὺς τοὺς αὐτούς: τὰ δὲ ἄλλα ἡσυχάζει καὶ τοῦ αὐτουργεῖν ἀφεῖται. ἐὰν δὲ λῷον ταῖς μελίτταις μεταστῆναι, τηνικαῦτα καὶ ἄρχων ἀπαλλάττεται. καὶ ἐὰν μὲν ἔτι νέος , ἡγεῖται, αἱ δὲ λοιπαὶ ἕπονται: ἐὰν δὲ πρεσβύτερος, φοράδην ἔρχεται, κομιζουσῶν αὐτὸν μελιττῶν ἄλλων. αἱ μέλιτται δὲ ὑπὸ συνθήματι ἐς ὕπνον τρέπονται. ὅταν δὲ δοκῇ καιρὸς εἶναι καθεύδειν, βασιλεὺς μιᾷ προστάττει ὑποσημῆναι καταδαρθάνειν. καὶ μὲν πεισθεῖσα τοῦτο ἐκήρυξεν, αἳ δὲ ἐς κοῖτον τρέπονται ἐντεῦθεν, τέως βομβοῦσαι. ἕως μὲν οὖν περίεστιν βασιλεύς, εὐθενεῖται τὸ σμῆνος, καὶ ἀταξία πᾶσα ἠφανίσθη, καὶ οἱ μὲν κηφῆνες ἀγαπητῶς ἐν τοῖς ἑαυτῶν κυττάροις ἡσυχάζουσιν, αἱ δὲ πρεσβύτεραι διαιτῶνται ἰδίᾳ, καὶ αἱ νέαι ἰδίᾳ, καὶ καθ᾽ ἑαυτὸν βασιλεύς, καὶ αἱ σχαδόνες ἐφ᾽ ἑαυτῶν εἰσι, καὶ τροφὴ καὶ αἱ ἄφοδοι χωρίς: ἐπειδὰν δὲ βασιλεὺς ἀπόληται, ἀταξίας τε καὶ ἀναρχίας μεστὰ πάντα: οἵ τε γὰρ κηφῆνες τοῖς τῶν μελιττῶν κυττάροις ἐντίκτουσι, τά τε λοιπὰ ἐν ἀλλήλοις φυρόμενα εὐθενεῖσθαι τῷ σμήνει τὸ λοιπὸν οὐκ ἐπιτρέπει: διαφθείρονται δὲ τελευτῶσαι ἐρημίᾳ ἄρχοντος. βίον δὲ καθαρὸν ζῇ μέλιττα, καὶ ζῴου οὐκ ἂν οὐδενὸς πάσαιτό ποτε: καὶ οὐ δεῖται Πυθαγόρου συμβούλου οὐδὲ ἕν, ἀπόχρη δὲ ἄρα σῖτον αὐτῇ εἶναι τὰ ἄνθη. ἔστι δὲ καὶ σωφροσύνην ἀκροτάτη. χλιδὴν γοῦν καὶ θρύψιν μεμίσηκε. καὶ τὸ μαρτύριον, τὸν χρισάμενον μύρῳ διώκει τε καὶ ἐλαύνει [p. 115] ὡς πολέμιον ἀνήκεστα δράσαντα. οἶδε δὲ καὶ τὸν ἐλθόντα ἐξ ἀκολάστου ὁμιλίας, καὶ διώκει καὶ ἐκεῖνον οἷα δήπου ἔχθιστον. καὶ ἀνδρείας δὲ εὖ ἥκουσι καὶ ἄτρεπτοί εἰσιν. οὐδὲ ἓν γοῦν ζῷον ἀποδιδράσκουσιν, οὐδὲ μὴν κάκῃ εἴκουσι, χωροῦσι δὲ ὁμόσε. καὶ πρὸς μὲν τοὺς μὴ ἐνοχλοῦντας μηδὲ ἄρχοντας ἀδίκων μηδὲ τῷ σμήνει προσιόντας κακούργως καὶ σὺν ἐπιβουλῇ εἰρηναῖα αὐταῖς καὶ ἔνσπονδά ἐστι, πόλεμος δὲ ἀκήρυκτος τὸ ᾀδόμενον τοῦτο ἐπὶ τοὺς λυποῦντας ἐξάπτεται, καὶ ὅστις ἥκει κεραΐσων τὸ μέλι αὐταῖς, ἐς τοὺς ἐχθροὺς ἠρίθμηται οὗτος. παίουσι δὲ καὶ τοὺς σφῆκας κακῶς. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ ἱππεῖ ποτε ἐντυχοῦσαι πρὸς τῷ σμήνει ἀπέκτειναν αὐτὸν ἐπιθέμεναι κατὰ τὸ καρτερὸν αἱ μέλιτται αὐτῷ ἵππῳ. ἤδη μέντοι καὶ πρὸς ἀλλήλας διαφέρονται, καὶ αἱ δυνατώτεραι κρατοῦσι τῶν ἡττόνων. κρατοῦσι δὲ ὡς ἀκούω αὐτῶν οἵ τε φρῦνοι καὶ οἱ ἐκ τῶν τελμάτων βάτραχοι οἵ τε μέροπες καὶ αἱ χελιδόνες, πολλάκις γε μὴν καὶ οἱ σφῆκες. ὅστις δὲ τούτων ἐκράτησε, Καδμείαν ὥς γε εἰπεῖν τὴν νίκην ἐνίκησε: παιόμενοι γὰρ καὶ κεντούμενοι κακῶς ἀπαλλάττουσιν: εἰσὶ γὰρ οὐ μεῖον τῷ θυμῷ τοῖς κέντροις ὡπλισμέναι. οὐκ ἀμοιροῦσι δὲ οὐδὲ τῆς ἐς τὸ προμηθὲς σοφίας, καὶ Ἀριστοτέλης τεκμηριοῖ λέγω. ἔστι δὲ τοιοῦτον. ἐλθοῦσαι μέλιτται ἐπί τι σμῆνος οὐκ οἰκεῖον ἀλλὰ ἕτερον, εἶτα τὸ μηδέν σφισι προσῆκον ἐκεράιζον μέλι. αἳ δὲ καίτοι συλώμεναι τὸν σφέτερον πόνον, ὅμως ἐνεκαρτέρουν ἡσυχῆ ἀτρεμοῦσαι, εἶτα μέντοι τὸ μέλλον ἐγκρατῶς ἐκαραδόκουν. ἐπεὶ δὲ μελιττουργὸς τὰς πολλὰς τῶν ἐχθρῶν ἀπέκτεινεν, αἱ ἔνδον καταγνοῦσαι ὅτι ἄρα δύνανται ἀξιόπιστοι εἶναι πρὸς τὴν μάχην τὴν ἰσοπαλῆ, προελθοῦσαι κᾆτ᾽ [p. 116] ἠμύναντο, καὶ δίκας ἀπῄτησαν ὑπὲρ ὧν ἐσυλήθησαν οὐδαμῶς μεμπτάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: