previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γεωμετρίαν δὲ καὶ κάλλη σχημάτων καὶ ὡραίας πλάσεις αὐτῶν ἄνευ τέχνης τε καὶ κανόνων καὶ τοῦ καλουμένου ὑπὸ τῶν σοφῶν διαβήτου ἀποδείκνυνται αἱ μέλιτται. ὅταν δὲ ἐπιγονὴ καὶ εὐθενῇ ταῖς μελίτταις τὸ σμῆνος, ἐκπέμπουσιν ὥσπερ οὖν αἱ μέγισταί τε καὶ πολυανδρούμεναι τῶν πόλεων. οἶδε δὲ ἄρα μέλιττα καὶ ὑετοῦ ἀπειλοῦντος ἐπιδημίαν καὶ σκληρὸν πνεῦμα ἐσόμενον. εἰ δὲ αὐτῇ παρὰ δόξαν γένοιτο τὸ τοῦ πνεύματος, ὄψει φέρουσαν λίθον ἑκάστην ἄκροις τοῖς ποσὶν ἕρμα εἶναι. ὅπερ δὲ θεῖος Πλάτων περὶ τῶν τεττίγων λέγει καὶ τῆς ἐκείνων φιλῳδίας τε καὶ φιλομουσίας, τοῦτ᾽ ἂν καὶ περὶ τοῦ τῶν μελιττῶν χοροῦ εἴποι τις. ὅταν γοῦν σκιρτήσωσιν πλανηθῶσιν, ἐνταῦθα οἱ σμηνουργοὶ κροτοῦσι κρότον τινὰ ἐμμελῆ τε καὶ συμμελῆ: αἳ δὲ ὡς ὑπὸ Σειρῆνος ἕλκονται, καὶ μέντοι καὶ ὑποστρέφουσιν ἐς ἤθη τὰ οἰκεῖα αὖθις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: