previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ποταμὸς Ἰνδὸς ἄθηρός ἐστι, μόνος δὲ ἐν αὐτῷ τίκτεται σκώληξ φασί. καὶ τὸ μὲν εἶδος αὐτῷ ὁποῖον δήπου καὶ τοῖς ἐκ τῶν ξύλων γεννωμένοις τε καὶ τρεφομένοις, ἑπτὰ δὲ πήχεων τὸ μῆκος προήκουσιν οἱ ἐκεῖθι, εὑρεθεῖεν δ᾽ ἂν καὶ μείζους ἔτι καὶ ἐλάττους: τὸ πάχος δὲ αὐτῶν δεκαετὴς παῖς γεγονὼς μόλις ταῖς χερσὶ περιβάλλειν ἀρκέσει. τούτοις δὴ ἄνω μὲν εἷς ὀδοὺς προσπέφυκε, κάτω δὲ ἄλλος, τετράγωνοι δὲ ἄμφω, πυγόνος δὲ τὸ μῆκος. τοσοῦτον δὲ ἄρα τῶν ὀδόντων αὐτοῖς τὸ κράτος ἐστί. πᾶν τι ἂν ὑπ᾽ αὐτοῖς λάβωσι συντρίβουσι ῥᾷστα, ἐάν τε λίθος ἐάν τε ἥμερον ζῷον ἄγριον. καὶ μεθ᾽ ἡμέραν μὲν κάτω καὶ ἐν τῷ βυθῷ τοῦ ποταμοῦ διατρίβουσι, τῷ πηλῷ καὶ τῇ ἰλύι φιληδοῦντες, καὶ ἐντεῦθεν οὐκ εἰσὶν ἔκδηλοι: νύκτωρ δὲ προΐασιν ἐς τὴν γῆν, καὶ ὅτῳ ἂν περιτύχωσιν, ἵππῳ βοῖ ὄνῳ, συντρίβουσιν αὐτόν, εἶτα σύρουσιν ἐς τὰ ἑαυτῶν ἤθη, καὶ ἐσθίουσιν ἐν τῷ ποταμῷ, καὶ πάντα βρύκουσι τὰ μέλη πλὴν τῆς τοῦ ζῴου κοιλίας. εἰ δὲ αὐτοὺς καὶ ἐν ἡμέρᾳ πιέζοι λιμός, εἴτε κάμηλος πίνοι ἐπὶ τῆς ὄχθης εἴτε βοῦς, ὑπανερπύσαντες καὶ λαβόμενοι ἄκρων τῶν χειλέων μάλα εὐλαβῶς, ὁρμῇ βιαιοτάτῃ καὶ ἕλξει ἐγκρατεῖ ἐς τὸ ὕδωρ ἄγουσι, καὶ δεῖπνον ἴσχουσι. δορὰ δὲ ἕκαστον περιαμπέχει τὸ πάχος καὶ δύο δακτύλων. ἄγρα δὲ αὐτῶν καὶ θήρα τὸν τρόπον τόνδε τετέχνασται. ἄγκιστρον παχὺ καὶ ἰσχυρὸν ἁλύσει σιδηρᾷ προσηρτημένον καθιᾶσι, προσδήσαντες αὐτῷ λευκολίνου ταλαντιαῖον ὅπλον, ἐρίῳ κατειλήσαντες καὶ τὸ καὶ τό, ἵνα μὴ διατράγῃ σκώληξ αὐτά, ἀναπήξαντες δὲ ἐς τὸ ἄγκιστρον ἄρνα ἔριφον, εἶτα μέντοι ἐς τὸ τοῦ ποταμοῦ ὕδωρ μεθιᾶσιν. ἔχονται δὲ ἄνθρωποι τοῦ ὅπλου καὶ τριάκοντα, καὶ ἕκαστος [p. 111] ἀκόντιόν τε ἐνηγκύληται καὶ μάχαιραν παρήρτηται. καὶ παράκειται ξύλα εὐτρεπῆ, παίειν εἰ δέοι: κρανείας δέ ἐστι ταῦτα, ἰσχυρὰ ἄγαν. εἶτα περισχεθέντα τῷ ἀγκίστρῳ καὶ τὸ δέλεαρ καταπιόντα τὸν σκώληκα ἀνέλκουσι, θηραθέντα δὲ ἀποκτείνουσι, καὶ πρὸς τὴν εἵλην κρεμῶσι τριάκοντα ἡμερῶν. λείβεται δὲ ἐξ αὐτοῦ ἔλαιον παχὺ ἐς ἀγγεῖα κεράμου: ἀφίησι δὲ ἕκαστον ζῷον ἐς κοτύλας δέκα. τοῦτο δὴ τὸ ἔλαιον τῷ βασιλεῖ τῶν Ἰνδῶν κομίζουσι, σημεῖα ἐπιβαλόντες: ἔχειν γὰρ αὐτοῦ ἄλλον οὐδὲ ὅσον ῥανίδα ἐφεῖται. ἀχρεῖον δέ ἐστι τὸ λοιπὸν τοῦ ζῴου σκῆνος. ἔχει δὲ ἄρα τὸ ἔλαιον ἰσχὺν ἐκείνην. ὅντινα ἂν ξύλων σωρὸν καταπρῆσαί τε καὶ ἐς ἀνθρακιὰν στορέσαι θελήσῃς, κοτύλην ἐπιχέας τοῦδε ἐξάψεις, μὴ πρότερον ὑποχέας πυρὸς σπέρμα: εἰ δὲ καταπρῆσαι ἄνθρωπον ζῷον, σὺ μὲν ἐπιχεῖς, τὸ δὲ παραχρῆμα ἐνεπρήσθη. τούτῳ τοί φασι τὸν τῶν Ἰνδῶν βασιλέα καὶ τὰς πόλεις αἱρεῖν τὰς ἐς ἔχθραν προελθούσας οἱ, καὶ μήτε κριοὺς μήτε χελώνας μήτε τὰς ἄλλας ἑλεπόλεις ἀναμένειν, ἐπεὶ καταπιμπρὰς ᾕρηκεν: ἀγγεῖα γὰρ κεραμεᾶ ὅσον κοτύλην ἕκαστον χωροῦντα ἐμπλήσας αὐτοῦ καὶ ἀποφράξας ἄνωθεν ἐς τὰς πύλας σφενδονᾷ. ὅταν δὲ τύχῃ τῶν θυρίδων, τὰ μὲν ἀγγεῖα προσαράττεται καὶ ἀπερράγη, καὶ τὸ ἔλαιον κατώλισθε, καὶ τῶν θυρῶν πῦρ κατεχύθη, καὶ ἄσβεστόν ἐστι. καὶ ὅπλα δὲ κάει καὶ ἀνθρώπους μαχομένους, καὶ ἄπλετόν ἐστι τὴν ἰσχύν. κοιμίζεται δὲ καὶ ἀφανίζεται πολλοῦ φορυτοῦ καταχυθέντος. λέγει Κνίδιος Κτησίας ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: