previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πλέον ἔχει τῶν ἀνθρώπων κύκνος ἐν τοῖς μεγίστοις: οἶδέ τε γὰρ ὁπότε τοῦ βίου τὸ τέρμα ἀφικνεῖται αὐτῷ, καὶ μέντοι καὶ εὐθύμως φέρειν αὐτὸ προσιὸν ὑπὸ τῆς φύσεως λαχὼν ἔχει δῶρον τὸ κάλλιστον: πεπίστευκε γὰρ ὅτι μηδενὸς ἀλγεινοῦ μηδὲ λυπηροῦ μέτεστι θανάτῳ. ἄνθρωποι δὲ ὑπὲρ οὗ οὐκ ἴσασι δεδοίκασι, καὶ ἡγοῦνται μέγιστον εἶναι κακὸν αὐτό. τοσοῦτον δὲ ἄρα τῷ κύκνῳ περίεστιν εὐθυμίας, ὡς καὶ ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τοῦ σφετέρου ᾄδειν καὶ ἀνακρούεσθαι οἷον ἐπικήδειόν τι ἑαυτῷ μέλος. τοιοῦτόν τινα καὶ τὸν Βελλεροφόντην ἡρωικῶς καὶ μεγαλοψύχως ἐς θάνατον παρεσκευασμένον Εὐριπίδης ὑμνεῖ. πεποίηκε γοῦν πρὸς τὴν ἑαυτοῦ ψυχὴν λέγοντα αὐτὸν [p. 125]

ἦσθ᾽ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ᾽ ἦσθ᾽, ἀεί,
ξένοις τ᾽ ἐπήρκεις, οὐδ᾽ ἔκαμνες εἰς φίλους,
καὶ τὰ ἐπὶ τούτοις. οὐκοῦν καὶ κύκνος μελῳδεῖ τινα ἐπικήδειον ἑαυτῷ μοῦσαν, ἐφόδια διδοὺς τῆς ἀποδημίας θεῶν ὕμνους ἔπαινον οἰκεῖόν τινα. μαρτυρεῖ δὲ αὐτῷ καὶ Σωκράτης ὅτι ᾄδει οὐ λυπούμενος ἀλλὰ εὐθυμούμενος μᾶλλον: μηδὲ γὰρ ἄγειν σχολήν ποτε ᾠδῇ καὶ μέλει τὸν κατὰ τῆς ψυχῆς ἔχοντά τι πρόσαντες καὶ ἀλγεινόν. ἔχει δὲ ἄρα κύκνος οὐ μόνον πρὸς τὸν θάνατον ἀνδρείως, ἤδη δὲ καὶ πρὸς μάχας. ἀδίκων μὲν οὖν οὐκ ἄρχει, οἷα δήπου σώφρων καὶ πεπαιδευμένος ἀνήρ, τῷ δὲ ἄρξαντι οὔτε ἀφίσταται οὔτε εἴκει. οἱ μὲν οὖν ὄρνιθες οἱ λοιποί, εἰρηναῖα αὐτοῖς πρὸς αὐτοὺς καὶ ἔνσπονδά ἐστιν, δὲ ἀετὸς καὶ ἐπὶ τοῦτον ὥρμησε πολλάκις, ὡς Λ̓ριστοτέλης φησί, καὶ οὐδεπώποτε ἐκράτησεν, ἡττήθη δὲ ἀεὶ μὴ μόνον σὺν τῇ ῥώμῃ τοῦ κύκνου μαχομένου, ἀλλὰ καὶ σὺν τῇ δίκῃ ἀμυνομένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: