previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγει Δημόκριτος τῶν ζῴων μόνον τὸν λέοντα ἐκπεπταμένοις τίκτεσθαι τοῖς ὀφθαλμοῖς, ἤδη τρόπον τινὰ τεθυμωμένον καὶ ἐξ ὠδίνων δρασείοντά τι γεννικόν. ἐφύλαξαν δὲ ἄλλοι καὶ καθεύδων ὅτι κινεῖ τὴν οὐράν, ἐνδεικνύμενος ὡς τὸ εἰκὸς ὅτι μὴ πάντῃ ἀτρεμεῖ, μηδὲ μὴν κυκλωσάμενος αὐτὸν καὶ περιελθὼν ὕπνος καθεῖλεν, ὥσπερ οὖν καὶ τῶν ζῴων τὰ λοιπά. τοιοῦτόν τι φυλάξαντας Αἰγυπτίους ὑπὲρ αὐτοῦ κομπάζειν φασὶ λέγοντας ὅτι κρείττων [p. 127] ὕπνου λέων ἐστὶν ἀγρυπνῶν ἀεί. ταύτῃ τοι καὶ ἡλίῳ ἀποκρίνειν αὐτὸν αὐτοὺς πέπυσμαι: καὶ γάρ τοι καὶ τὸν ἥλιον θεῶν ὄντα φιλοπονώτατον ἄνω τῆς γῆς ὁρᾶσθαι τὴν κάτω πορείαν ἰέναι μὴ ἡσυχάζοντα. ὅμηρόν τε μάρτυρα Αἰγύπτιοι ἐπάγονται λέγοντα ἠέλιόν τ᾽ ἀκάμαντα. ἔστι δὲ πρὸς τῇ ῥώμῃ καὶ συνετὸς λέων. ταῖς γοῦν βουσὶν ἐπιβουλεύει νύκτωρ φοιτῶν ἐς τὰ αὔλια. Ὅμηρος δὲ ἄρα ᾔδει καὶ τοῦτο λέγων

βόες ὥς
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ.
καὶ ἐκπλήττει μὲν ὑπὸ τῆς ἀλκῆς πάσας, μίαν δὲ ἐξαρπάσας ἔδει. ὅταν δὲ ἐς κόρον ἐμπλησθῇ, βούλεται μὲν ταμιεύσασθαι καὶ ἐς αὖθις, αἰδὼς δὲ ἴσχει αὐτὸν φρουρεῖν παραμένοντα, ὡς τροφῆς χήτει λιμὸν δεδιότα. οὐκοῦν περιχανὼν ἐμπνεῖ μὲν τοῦ καθ᾽ ἑαυτὸν ἄσθματος, καὶ τούτῳ τὴν φυλακὴν ἐπιτρέπει, ἀπαλλάττεταί γε μὴν αὐτός: τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα ὅτου λείψανόν ἐστι τὸ κείμενον, οὐ τολμᾷ προσάψασθαι, ἀλλὰ ἀπαλλάττεται δεδιότα δοκεῖν συλᾶν καὶ περικόπτειν τι τοῦ σφετέρου βασιλέως. τῷ δὲ ἄρα εἰ μὲν εὐθηρία γένοιτο καὶ εὐερμία, λήθην τοῦ πρώτου λαμβάνει καὶ ὡς ἕωλον ἀτιμάσας ἀπαλλάττεται: εἰ δὲ μή, ὡς ἐπ᾽ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἡσυχίᾳ καὶ ἀσιτίᾳ, αὖ πάλιν πιθήκῳ περιτυχὼν καὶ τούτου φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξίν. ἦν δὲ ἄρα δίκαιος λέων καὶ οἷος ἄνδρ᾽ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. [p. 128] τῷ γοῦν ἐπιόντι ἀνθίσταται καὶ τὴν ἀλκαίαν ἐπισείων καὶ ἑλίττων κατὰ τῶν πλευρῶν εἶτα ἐγείρει ἑαυτὸν ὥσπερ οὖν ὑποθήγων μύωπι. τόν γε μὴν βαλόντα μέν, οὐ τυχόντα δὲ τῇ ἴσῃ ἀμυνούμενος φοβεῖ μέν, λυπεῖ δὲ οὐδὲ ἕν. ἡμερωθείς γε μὴν ἐξέτι νεαροῦ πραότατός ἐστι καὶ ἐντυχεῖν ἡδύς, καὶ ἔστι φιλοπαίστης, καὶ πᾶν τι οὖν ὑπομένει πραόνως τῷ τροφεῖ χαριζόμενος. Ἄννων γοῦν λέοντα εἶχε σκευαγωγόν, καὶ Βερενίκῃ λέων πρᾶος συνῆν, τῶν κομμωτῶν διαφέρων οὐδὲ ἕν. ἐφαίδρυνε γοῦν τῇ γλώττῃ τὸ πρόσωπον αὐτῆς, καὶ τὰς ῥυτίδας ἐλέαινε, καὶ ἦν ὁμοτράπεζος, πράως τε καὶ εὐτάκτως ἐσθίων καὶ ἀνθρωπικῶς. καὶ Ὀνόμαρχος δὲ Κατάνης τύραννος καὶ Κλεομένους υἱὸς συσσίτους εἶχον λέοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: