previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμοὶ δὲ αἴσχιστον δοκεῖ, ἄνθρωποι, φιλίαν μὲν τοῖς ζῴοις πρὸς ἄλληλα εἶναι, μὴ μόνοις τοῖς συννόμοις αὐτῶν μηδὲ μὴν τοῖς ὁμογενέσιν, ἤδη δὲ καὶ τοῖς μηδὲν προσήκουσί σφισι κατὰ τὸ κοινὸν γένος. ταῖς γοῦν αἰξὶν αἱ οἶς φίλιαι, περιστερᾷ δὲ πρὸς τρυγόνα [p. 132] φιλία, φίλα δὲ ἀλλήλοις νοοῦσι φάτται τε καὶ πέρδικες, ἀλκυόνα δὲ καὶ κηρύλον ποθοῦντε ἀλλήλω πάλαι ἴσμεν, κορώνην τε ἐρωδιῷ φίλα νοεῖν καὶ λάρον τῷ καλουμένῳ κολοιῷ καὶ ἰκτίνῳ ἅρπην. πολεμοῦσι δὲ αἰώνιον πόλεμον καὶ ἄσπονδον ὡς εἰπεῖν κορῶναί τε καὶ γλαῦκες: πολέμιοι δὲ ἄρα εἰσὶν ἰκτῖνός τε καὶ κόραξ, καὶ πυραλλὶς πρὸς τρυγόνα, καὶ βρένθος καὶ λάρος, πάλιν τε χλωρεὺς πρὸς τρυγόνα, καὶ αἰγυπιοὶ καὶ ἀετοί, καὶ κύκνοι καὶ δράκοντες, καὶ πρὸς βουβαλίδας καὶ ταύρους λέοντες. ἔχθιστα δὲ ἄρα ἐλέφας καὶ δράκων ἦν, καὶ πρὸς ἀσπίδα ἰχνεύμων, δὲ αἴγιθος τῷ ὄνῳ: μὲν γὰρ ὠγκήσατο, ῥήγνυται δὲ τῷ αἰγίθῳ τὰ ᾠά, καὶ οἱ νεοττοὶ ἐκπίπτουσιν ἀτελεῖς: δὲ τιμωρῶν τοῖς τέκνοις ἐπιπηδᾷ τῶν ὄνων τοῖς ἕλκεσι, καὶ ἐσθίει αὐτά. μισεῖ δὲ ἀλώπηξ κίρκον καὶ ταῦρος κόρακα, καὶ ἄνθος τὸν ἵππον. χρὴ δὲ εἰδέναι τὸν πεπαιδευμένον καὶ μηδὲν μάτην ἀκούοντα ὅτι καὶ δελφὶς φαλαίνῃ διάφορος, λάβρακές γε μὴν κεστρεῦσι, μύραιναι δὲ γόγγροις, καὶ ἄλλα ἄλλοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: