Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ ἵπποι οἱ ποτάμιοι τοῦ Νείλου μέν εἰσι τρόφιμοι: ὅταν δὲ τὰ λήια ἐνακμάζῃ καὶ ὦσιν οἱ στάχυες ξανθοί, οὐκ ἂρχονται παραχρῆμα κείρειν αὐτοὺς καὶ ἐσθίειν, ἀλλὰ παραμείβοντες ἔξωθεν τὸ λήιον στοχάζονται πόσον αὐτοὺς ἐμπλήσει μέτρον, εἶτα λογισάμενοι τὸ ἀποχρῆσον σφίσιν ἐμπίπτουσι καὶ ἀναχωροῦσιν ἐπὶ πόδα ἐμπιπλάμενοι, τὸ ῥεῦμα τοῦ ποταμοῦ κατὰ νώτου λαβόντες. πεφιλοσόφηται δὲ ἄρα τοῦτο αὐτοῖς, ἵνα εἴ τινες τῶν γεωργῶν ἐπίοιεν ἀμυνούμενοι, οἳ δὲ ἐκ τοῦ ῥᾴστου ἐς τὸ ὕδωρ καταδραμεῖν ἔχοιεν, τοὺς πολεμίους ἀντιπροσώπους, ἀλλὰ οὐκ ὄπισθεν οἱ ἵπποι οὗτοι δοκεύοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.