previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ ἐν Σύροις ἔλαφοι γίνονται μὲν ἐν ὄρεσι μεγίστοις, Ἀμανῷ τε καὶ Λιβάνῳ καὶ Καρμήλῳ: ὅταν δὲ βουληθῶσι περαιώσασθαι τὴν θάλατταν, ἐπὶ τὰς ᾐόνας ἀφικνοῦνται ἀγέλη, καὶ ἀναμένουσι τοῦ πνεύματος τὴν φθίσιν, καὶ ἡνίκα ἂν αἴσθωνται πρᾶον αὐτὸ καὶ ἥσυχον καταπνέον, τηνικαῦτα ἐπιθαρροῦσι τῷ πελάγει. νέουσι δὲ κατὰ στοῖχον, καὶ ἀλλήλων ἔχονται, τὰ γένεια αἱ ἑπόμεναι τῶν προηγουμένων τῇ ὀσφύι ἐπερείδουσαι: τελευταία δὲ γενομένη τῇ πρόσθεν ἐπὶ πάσαις ἑαυτὴν ἐπαναπαύσασα εἶτα οὐραγεῖ. στέλλονται δὲ ἐπὶ τὴν Κύπρον πόθῳ τῆς πόας τῆς ἐκεῖ: λέγεται γὰρ εἶναι βαθεῖα καὶ νομὰς ἀγαθὰς παρέχειν. καὶ λέγουσί γε Κύπριοι εὔγεων οἰκεῖν χῶρον, καὶ ταῖς Αἰγυπτίων ἀρούραις τολμῶσιν ἀντικρίνειν τὰς σφετέρας. ἔλαφοι δὲ καὶ ἕτεραι τήνδε τὴν νῆξιν ἀποδείκνυνται. αἱ γοῦν Ἠπειρώτιδες ἐς τὴν Κέρκυραν διανήχονται, ἀντίπορθμοι δὲ ἀλλήλαις αἵδε εἰσίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: