previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δέονται μὲν ἄνθρωποι λόγου τοῦ προτρέψοντος καὶ ἀναπείσοντος ἀγαθοὺς εἶναι καὶ τὴν μὲν δειλίαν διώξοντος, τὸ δὲ εὐθαρσὲς παρασκευάσοντος, ἀθληταὶ μὲν ἐς τὰ στάδια, στρατιῶται δὲ ἐς τὰ ὅπλα: τὰ [p. 138] δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνει τὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. τοῦτό τοι καὶ Ὅμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι. καὶ μέντοι καὶ λέων τῇ ἀλκαίᾳ ἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. καὶ τοῦτο δὲ ποιητὴς εἰδὼς ᾄδει περὶ τοῦ λέοντος. οἱ δὲ ἐλέφαντες τῇ προβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου καιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀμβολᾶς, οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν κονιόμενος καὶ τοῖς δένδροις τὰ κέρατα προσανατρίβων καὶ τῇ τε ἄλλῃ ἑαυτὸν ἐς τὴν ἄσκησιν τῆς ἀλκῆς ῥυθμίζων καὶ οὖν καὶ ἀφροδίτης ἀπεχόμενος καὶ σωφρονῶν ὡς Ἴκκος Ταραντῖνος, ὅνπερ οὖν ὑμνεῖ Πλάτων τοῦ Ἀρίστωνος παρὰ τὸν τῆς ἀθλήσεως χρόνον πάντα συνουσίας ἀμαθῆ καὶ ἄπειρον διαμεῖναι ἁπάσης. καὶ Ἴκκῳ μὲν ὄντι ἀνθρώπῳ καὶ Ὀλυμπίων ἐρῶντι καὶ Πυθίων καὶ κλέους αἰσθανομένῳ καὶ δόξης γλιχομένῳ οὐδὲν μέγα ἦν κεκολασμένως καθεύδειν καὶ σωφρόνως: τὰ γὰρ ἆθλά οἱ κλεινὰ καὶ ἦν καὶ ἐδόκει, κότινος Ὀλυμπικὸς καὶ Ἰσθμικὴ πίτυς καὶ δάφνη Πυθική, καὶ ζῶντα μὲν περιβλέπεσθαι, ἀποθανόντα δὲ εὐφημεῖσθαι. καὶ μέντοι καὶ τὸν κιθαρῳδὸν Ἀμοιβέα ἀκούω γῆμαι μὲν ὡραιοτάτην γυναῖκα, ἀποσχέσθαι δὲ αὐτῆς παρὰ πάντα τὸν χρόνον, παρ᾽ ὃν ἀγωνιούμενος ἐς τὰ θέατρα ᾔει. Διογένης δὲ τῆς τραγῳδίας ὑποκριτὴς [p. 139] τὴν ἀκόλαστον κοίτην ἀπείπατο παντελῶς πᾶσαν. Κλειτόμαχος δὲ παγκρατιαστὴς καὶ κύνας εἴ ποτε εἶδε μιγνυμένους, ἀπεστρέφετο, καὶ ἐν συμποσίῳ δὲ εἰ λόγον ἀκόλαστον ἤκουσε καὶ ἀφροδίσιον, ἐξαναστὰς ἀπηλλάττετο. ἀνθρώπους δὲ ὄντας ποιεῖν ταῦτα ὑπὲρ τοῦ κερδᾶναι χρήματα ὑπὲρ τοῦ φήμης καὶ κλέους μεταλαχεῖν, οὐ πάνυ τι θαυμαστόν: ταύρῳ δὲ νικῶντι ταῦρον ἀντίπαλον ποῖα μὲν κηρύγματα, παῖ Ἀρίστωνος, ἀποκηρύττουσι, ποῖα δὲ ἆθλα ἀποκρίνουσιν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: