Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τίκτει δὲ ἔλαφος παρὰ τὰς ὁδούς, καὶ ἔοικέ γε σοφίᾳ τοῦτο δρᾶν: δέδοικε γὰρ τὰ θηρία καὶ τὰς ἐξ αὐτῶν ἐπιβουλάς, τοὺς δὲ ἀνθρώπους θαρρεῖ. καὶ ἐκείνων μὲν πεπίστευκεν ἀσθενεστέρα οὖσα, τούτους δὲ ἀποδρᾶναι δύνασθαι οὐκ ἀμφιβάλλει. καταπιανθεῖσα δὲ οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς: οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθεστέρα. τίκτει οὖν ἐν τοῖς ἄγκεσι καὶ ἐν τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.