previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τῇ τῶν καλουμένων Ἰουδαίων γῇ Ἰδουμαίων ᾖδον οἱ ἐπιχώριοι καθ᾽ Ἡρώδην τὸν βασιλέα ἐρασθῆναι μείρακος ὡρικῆς δράκοντα μεγέθει μέγιστον, ὅσπερ οὖν ἐπιφοιτῶν εἶτα μέντοι τῇ προειρημένῃ συνεκάθευδε σφόδρα ἐρωτικῶς. οὐκοῦν μείραξ τὸν ἐραστὴν οὐκ ἐθάρρει, καίτοι προσέρποντα ὡς ἐνῆν πραότατά τε καὶ ἡμερώτατα. ὑπεξῆλθεν οὖν, καὶ διέτριψε μῆνα, οἷα δήπου λήθην τοῦ δράκοντος ἕξοντος κατὰ τὴν τῆς ἐρωμένης ἀποδημίαν. τῷ δὲ ἄρα ἐρημία ἐπέτεινε τὸ πάθος, καὶ ἐφοίτα μὲν ὁσημέραι καὶ νύκτωρ: οὐ μὴν ἐντυγχάνων ἠβούλετο, ὡς ἐραστὴς ἀτυχῶν ἐν τῷ πόθῳ καὶ ἐκεῖνος ἤλγει. ἐπεὶ δὲ ἄνθρωπος ὑπέστρεψεν αὖθις, [p. 147] δὲ ἀφικνεῖται, καὶ περιβαλὼν τῷ λοιπῷ σώματι, τῇ οὐρᾷ τὰς κνήμας τῆς ἐρωμένης πεφεισμένως ἔπαιεν, ὑπεροφθείς τε καὶ μηνίων δῆθεν. οὔκουν καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων οὐδὲ τῶν ἀλόγων ὑπερορᾷ, ἀλλ᾽ ὅπως ἔχει πρὸς αὐτὰ καὶ διὰ τούτων καὶ δι᾽ ἄλλων ἀποδείκνυται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: