previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὴ ὑπηχοῦν κάτωθεν τὸ ῥεῦμα μηδὲ ὑποψοφοῦν ἡσυχῆ ἐς βάθος, δὲ ὡς ἑστῶτι τῷ κρυστάλλῳ θαρρεῖ, διαθεῖ τε ἀτρέπτως: εἰ δὲ μή, οὐκ ἂν ἐπιβαίη. οἱ ποιηταὶ μὲν τὴν παῖδα τὴν τοῦ Ἴφιδος σέβουσι, καὶ τά γε θέατρα ὑπ᾽ αὐτῶν ἐμπέπλησται ὑμνούντων τὴν ἡρωίνην ἐκείνην, ἐπεὶ τὰς ἄλλας ὑπερεπήδησε τῇ σωφροσύνῃ, τὸν ἑαυτῆς γαμέτην προτιμήσασα τοῦ βίου: τὰ δὲ ζῷα ὑπερβολὴν φιλοστοργίας [p. 151] οὐ παραλέλοιπεν. γοῦν Ἠριγόνης κύων ἐπαπέθανε τῇ δεσποίνῃ, καὶ Σιλανίωνος καὶ ἐκεῖνος τῷ δεσπότῃ, καὶ οὔτε πρὸς βίαν οὔτε σὺν κολακείᾳ ἀπέστη τοῦ τάφου. Δαρείῳ δὲ τῷ τελευταίῳ βασιλεῖ τῶν Περσῶν ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ βληθέντι ὑπὸ Βήσσου καὶ κειμένῳ, πάντων τὸν νεκρὸν ἀπολιπόντων, κύων ὑπ᾽ αὐτῷ τραφεὶς μόνος παρέμεινε πιστός, τὸν οὐκέτι τροφέα μὴ προδοὺς ὡς ἔτι ζῶντα. τοιοῦτόν τι ὑπὲρ τῶν τοῦ Κύρου φίλων τοῦ νεωτέρου Ξενοφῶν τοῦ Γρύλλου νεανιευόμενος δῆλός ἐστι λέγων, τοὺς ὁμοτραπέζους μόνους οἱ συμπαραμεῖναι καὶ συναπολέσθαι, καὶ τὸν εὐνοῦχον, ὃς ἦν οἱ σκηπτοῦχος τὴν τιμήν, ὄνομα δὲ Ἀρταπάτης, ἑαυτὸν ἐπαποκτεῖναι τῷ νεκρῷ, ἀτιμάσαντα τὸν βίον ἐσόμενόν οἱ ἔρημον Κύρου. καὶ Λυσιμάχῳ δὲ τῷ βασιλεῖ κύων κοινοῦ τοῦ τέλους ἑκὼν μετέλαβε σωθῆναι δυνάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: