Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶτα οὐ χρὴ θαυμάσαι τὴν φύσιν τῇ τε ἄλλῃ καὶ ἐνταῦθα μέντοι; τῶν ἀρρένων οἱ πατέρες τοὺς πλείστους νεβροὺς ἀναιροῦσιν, ἵνα μὴ πληθύωνται εἶτα μέντοι καὶ τὰς μητέρας ἀναβαίνωσι: μίασμα γὰρ καὶ ἐν τοῖς ἀλόγοις καὶ ἐναγὲς ἔργον δοκεῖ τοῦτο δήπου. Κύρῳ δὲ καὶ Παρυσάτιδι, ὦ Πέρσαι, καὶ καλὰ ταῦτα καὶ ἔνδικα ἐδόκει: καὶ ἐφίλει Κῦρος τὴν μητέρα κακῶς, καὶ ἐφιλεῖτο ὑπὸ τῆς μητρὸς φιλίαν ὁμοίαν. καὶ ταῦτα μέντοι σωμένης, οἱ δὲ ἄνθρωποι πάντων μὲν ἐπιθυμοῦντες, μηδενὸς δὲ φειδόμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.