previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵππος εἰ τυγχάνοι κηδεμονίας, ἀμείβεται τὸν εὐεργέτην εὐνοίᾳ τε καὶ φιλίᾳ. καὶ ὁποῖος μὲν ἦν Βουκεφάλας ἐς Ἀλέξανδρον διαρρεῖ πανταχόσε λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντιόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα τὸν Γαλάτην ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχῃ ῾ὄνομα δὲ τῷ Γαλάτῃ Κεντοαράτης ἦν᾽ ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα ῾οὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναἰ Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτόν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον κατὰ τοὺς ἄλλους ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη ὅμως τερπνὰ ἐδόκει: ἐπεὶ δὲ ἦν ὥς τι καὶ δρασείων ἐς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, Σωκλῆς οὐκ ἐνεγκὼν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ. [p. 160]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: