previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς ἀκμῆς τῶν ἐπικειμένων κινδύνων ἐξαρπάσαι. ἡμίονος γέρων Ἀθήνησιν ὑπό γε τοῦ δεσπότου τοῦ ἰδίου τῶν ἔργων ἀπολυθείς, ὡς Ἀριστοτέλης λέγει, τοῦ μὲν φιλοπόνου καὶ ἐθελουργοῦ καθ᾽ ἡλικίαν ἑαυτὸν οὐκ ἀφῆκεν. ἡνίκα γοῦν Ἀθηναῖοι κατεσκεύαζον τὸν Παρθενῶνα, οὔτε ἐπισύρων οὔτε ἀχθοφορῶν ὅμως τοῖς νέοις ὀρεῦσι προφορουμένοις τὴν ὁδὸν ἄκλητος καὶ ἑκὼν οἱονεὶ παράσειρος ᾔει, δορυφορῶν ὡς ἂν εἴποις καὶ παρορμῶν τὸ ἔργον τῇ βαδίσει τῇ κοινῇ δίκην τεχνίτου παλαιοῦ τοῦ μὲν αὐτουργεῖν ὑπὸ τοῦ γήρως ἀπολυθέντος, ἐμπειρίᾳ δὲ καὶ διδασκαλίᾳ ὑποθήγοντός τε ἅμα τοὺς νέους καὶ ἐπαίροντος. ταῦτα οὖν μαθόντες δῆμος τῷ κήρυκι ἀνειπεῖν προσέταξαν, εἴτε ἀφίκοιτο ἐς τὰ ἄλφιτα, εἴτε ἐς τὰς κριθὰς παραβάλοι, μὴ ἀνείργειν, ἀλλ᾽ ἐᾶν σιτεῖσθαι ἐς κόρον, καὶ τὸν δῆμον ἐκτίνειν ἐν Πρυτανείῳ τὸ ἀργύριον, τρόπον τινὰ ἀθλητῇ σιτήσεως δοθείσης ἤδη γέροντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: