previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος ἱστορία τοιαύτη φασίν. ἔτυχεν Κλεάνθης καθήμενος καὶ μέντοι καὶ σχολὴν ἄγων μακροτέραν ἄλλως. οὐκοῦν μήρμηκες περὶ τοῖς ποσὶν ἦσαν αὐτῷ πολλοί. δὲ ἄρα ὁρᾷ ἐξ ἀτραποῦ τινος ἑτέρας νεκρὸν μύρμηκα μύρμηκας ἄλλους κομίζοντας ἐς οἶκον ἑτέρων [p. 162] καὶ ἑαυτοῖς οὐ συντρόφων, καὶ ἐπί γε τῷ χείλει τῆς μυρμηκιᾶς ἑστῶτας αὐτῷ νεκρῷ, καὶ ἀνιόντας κάτωθεν ἑτέρους καὶ συνιόντας τοῖς ξένοις ὡς ἐπί τινι εἶτα κατιόντας τοὺς αὐτούς, καὶ πλεονάκις τοῦτο. καὶ τελευτῶντας σκώληκα οἱονεὶ λύτρα κομίσαι, τοὺς δὲ ἐκεῖνον μὲν λαβεῖν, προέσθαι δὲ ὅνπερ οὖν ἐπήγοντο νεκρόν. καὶ ἐκείνους ὑποδέξασθαι ἀσμένως ὡς υἱὸν κομιζομένους ἀδελφόν. τί οὖν πρὸς ταῦτα Ἡσίοδος λέγει, λέγων ὅτι ἄρα Ζεὺς τὰς φύσεις ἀπέκρινε, καὶ οὖν καὶ ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔδωκεν ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ᾽ αὐτοῖς, ἀνθρώποισι δ᾽ ἔδωκε δίκην; ἀλλ᾽ οὐκ ἐρεῖ ταῦτα Πρίαμος, εἴ γε καὶ ἐκεῖνος τὸν Ἕκτορα ἐλύσατο πολλῶν κειμηλίων καὶ θαυμαστῶν παρὰ τοῦ ἀνθρώπου ἄνθρωπος καὶ τοῦ ἥρωος καὶ τοῦ Διὸς ἐκγόνου καὶ ἐκεῖνος ὢν ἔκγονος τοῦ Διός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: