previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δράκων νήπιος νηπίῳ παιδί, τὸ γένος Ἀρκάδι, κἀκεῖνος ἐπιχώριος γίνεται σύντροφος. οὐκοῦν συνανιόντε τὴν ἡλικίαν παῖς ἦν μειράκιον καὶ σύντροφος ὑπέρμεγας ἤδη ἦν. καὶ ἀλλήλους μὲν ἐφίλουν, οἱ δὲ τῷ μειρακίῳ προσήκοντες ὠρρώδουν τοῦ θηρίου τὸ μέγεθος: τὸ γάρ τοι ζῷον τοῦτο, ὤκιστα μεγέθει μὲν μέγιστον ἴδοις ἂν αὐτό, ὄψει δὲ φοβερώτατον. καθεύδοντα οὖν σὺν τῷ παιδὶ ἐπί γε τῆς κλίνης τῆς αὐτῆς ἀράμενοι ὡς ὅτι πορρωτάτω κομίζουσι, καὶ μὲν ὑπανέστη παῖς, δὲ ἔμεινεν δράκων. ὡς δὲ ὕλης ἐλάβετο καὶ τῶν ἐκεῖ φαρμάκων τῶν συμφυῶν, διέτριβεν ἐνταῦθα ταῖς τῶν δρακόντων τροφαῖς ἡδόμενος καὶ τὴν ἐρημίαν πρὸ τῶν ἀστικῶν διατριβῶν καὶ τῶν ἐν τοῖς δωματίοις προαιρούμενος ἐκεῖνος. διέρπων δὲ χρόνος τὸν μὲν ἀπέφηνε νεανίαν, τὸν δὲ εἰργάσατο δράκοντα ἤδη τέλειον. καί ποτε δι᾽ ἐρημίας ἰὼν Ἀρκὰς τοῦ ζῴου τοῦ προειρημένου ἐραστὴς καὶ ἐρώμενος λῃσταῖς περιτυγχάνει, καὶ παιόμενος ξίφει οἷα εἰκὸς ἐβόα, τὰ μὲν ἀλγῶν, τὰ δὲ καὶ συμμάχους παρακαλῶν. δράκων δὲ ἦν ἄρα ζῴων καὶ ἰδεῖν ὀξυωπέστατος καὶ ὤκιστος ἀκοήν. οὐκοῦν ἐκεῖνος, ἅτε αὐτῷ συντραφείς, [p. 169] τοῦ φθέγματος ἀκούει, καὶ συρίσας ὀξύ, οἷον ὠργισμένος, ἐξέπληξέ τε ἐκείνους, τρόμος τε αὐτοὺς καταλαμβάνει, καὶ πᾶν ὅσον ἦν κακοῦργον διασπείρονται ἄλλος ἄλλῃ, καὶ μέντοι καὶ καταληφθέντας τινὰς οἰκτίστῳ διαφθείρει θανάτῳ: τοῦ γε μὴν παλαιοῦ τὰ τραύματα καθήρας φίλου καὶ πᾶν ὅσον ἔνθηρον ἦν τοῦτο παραπέμψας, ᾤχετο ἀπιὼν ἔνθα αὐτὸν ἐξέθεσαν, οὔτε μηνίσας ὑπὲρ τῆς ῥίψεως, οὔτε ὡς οἱ κακοὶ τῶν ἀνθρώπων περιιδὼν ἐν κινδύνῳ ὄντα τὸν τέως φίλτατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: