Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τῇ Αἰγύπτῳ περὶ τὴν λίμνην τὴν καλουμένην Μοίριδος, ὅπου Κροκοδείλων πόλις, κορώνης τάφος δείκνυται, καὶ τὴν αἰτίαν ἐκείνην Αἰγύπτιοί φασι. τῷ βασιλεῖ τῷ τῶν Αἰγυπτίων Μ̔άρης δὲ οὗτος ἐκαλεῖτὀ ἦν κορώνης θρέμμα πάνυ ἥμερον, καὶ τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη, καὶ ἦν ἀγγέλων ὠκίστη, καὶ ἀκούσασα ᾔδει ἔνθα ἰθῦναι χρὴ τὸ πτερόν, καὶ τίνα χρὴ παραδραμεῖν χῶρον, καὶ ὅπου ἥκουσαν ἀναπαύσασθαι. ἀνθ᾽ ὧν ἀποθανοῦσαν ὁ Μάρης ἐτίμησεν αὐτὴν καὶ στήλῃ καὶ τάφῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.