previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολύποδος ἐς οὖς ἐμὸν καὶ ἐκεῖνο ἧκεν. ἦν πέτρα προήκουσα μέν, οὐ μὴν ἄγαν ὑψηλή. οὐκοῦν πολύπους ποτὲ ἀνερπύσας εἶτα ἥπλωσε τὰς πλεκτάνας, καὶ μάλα γε ἀσμένως ὑπεθάλπετο ῾καὶ γὰρ οὖν καὶ χειμέρια ἐδόκει πωσ᾽, οὐ μὴν ἑαυτὸν ἐς τὴν χρόαν τῆς πέτρας ἐκτρέψας ἤδη ἦν. πεφύκασι δὲ ἄρα δρᾶν τοῦτο οἱ πολύποδες τὰς ἐς ἑαυτοὺς ἐπιβουλὰς φυλαττόμενοι καὶ μέντοι καὶ αὐτοὶ τοὺς ἰχθῦς ἐλλοχῶντες. ἰδὼν οὖν ὀξὺ μέν, ἑαυτῷ δὲ οὐκ ἀγαθὸν τὸ θήραμα ἀετός, ὡς ὁρμῆς τε ἅμα καὶ πτερῶν εἶχεν ἐμπηδᾷ τῷ πολύποδι, καὶ μέντοι καὶ δεῖπνον ἕξειν ἕτοιμον ἑαυτῷ τε καὶ τοῖς παισὶ τοῖς ἑαυτοῦ κατέγραφεν. πλόκαμοι δὲ ἄρα ἐκείνου περιβάλλουσι τῷ ἀετῷ σφᾶς αὐτούς, καὶ ἀπρὶξ ἐχόμενοι εἶτα ἕλκουσι κάτω τὸν ἔχθιστον, καὶ χανὼν λύκος ὡς ἂν εἴποις εἶτα μέντοι νεκρὸς ἐπενήχετο τῇ θαλάττῃ ἀετὸς ὑπὲρ τοῦ δείπνου. μυρία μὲν δὴ τοιαῦτα πάσχουσιν ὄρνιθες, πλείω δὲ ἄνθρωποι: ἐν δὲ τοῖς ᾀδομένοις ὑφ᾽ Ἡροδότου Μασσαγέταις Καμβύσου Κῦρος ἕτερος καὶ μέντοι καὶ Πολυκράτης ἐς [p. 179] Ὀροίτου σπεύσας ὡς τὸν χρυσὸν ἁρπασόμενος καὶ ἄλλος

τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.
καὶ ταῦτα μὲν οὐκ οἶδε τὰ ἄλογα, ἄνθρωποι δὲ εἰδότες οὐ φυλάττονται. καὶ τί δεῖ γλώττης καὶ λόγων καὶ διδασκάλων καὶ πληγῶν, Κῦρε καὶ Πολύκρατες; τοὺς δὲ ἄλλους ἐῶ: τί γάρ μοι κωφοῖς καὶ ἀνοήτοις συμβουλεύειν τὰ λυσιτελέστατα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: