previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ μὲν τοῦ ἡμιόνου τοῦ φιλοπόνου Ἀριστοτέλης [p. 180] εἶπε καὶ ἡμεῖς ἄνω που, τὸ δὲ τοῦ κυνὸς καὶ τοῦτο ἐν ταῖς Ἀθήναις γενόμενον εἰπεῖν οὐδὲν ἄτοπον. ἐς Ἀσκληπιοῦ παρῆλθε θεοσύλης τό τε μεσαίτατον τῆς νυκτὸς παραφυλάξας καὶ τῶν καθευδόντων τὸν βαθύτατον ὕπνον ἐπιτηρήσας, εἶτα ὑφείλετο τῶν ἀναθημάτων πολλά, καὶ ὥς γε ᾤετο ἐλελήθει. ἦν δὲ ἄρα σκοπὸς ἀγαθὸς ἔνδον κύων καὶ τῶν ζακόρων ἀμείνων ἐς ἀγρυπνίαν, ὅσπερ οὖν εἵπετό οἱ διώκων, καὶ ὑλακτῶν οὐκ ἀνίει, ᾗπερ οὖν ἔσθενε δυνάμει τὸ πραχθὲν μαρτυρόμενος. τὰ μὲν οὖν πρῶτα ἔβαλλεν αὐτὸν λίθοις αὐτός τε καὶ οἱ τῆς κακῆς ἐκείνης πράξεως κοινωνοί, τὰ δὲ τελευταῖα προύσειεν ἄρτους τε καὶ μάζας. ἐπήγετο δὲ ἄρα ταῦτα δέλεαρ κυνῶν προμηθῶς, ὥς γε ὑπελάμβανεν. ἐπεὶ δὲ καὶ παρελθόντος ἐς τὴν οἰκίαν οὗ κατήγετο ὑλάκτει καὶ πάλιν προϊόντος, ἐγνώσθη μὲν κύων ἔνθεν ἦν, τὰ λείποντα δὲ τῶν ἀναθημάτων ἐπόθουν αἱ γραφαί τε καὶ αἱ χῶραι ἔνθα ἀνέκειντο. συνέβαλον οὖν τοῦτον ἐκεῖνον εἶναι οἱ Ἀθηναῖοι, καὶ στρεβλώσαντες τὸ πᾶν κατέγνωσαν. καὶ μὲν ἐδικαιώθη τὰ ἐκ τοῦ νόμου, δὲ κύων ἐτιμήθη δημοσίᾳ τροφῇ καὶ κηδεμονίᾳ, οἷα δήπου φύλαξ πιστὸς καὶ τῶν νεωκόρων οὐδενὸς μείων τὴν ἐπιμέλειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: