previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταύτῃ δὲ τὰ ἴδια τῶν ζῴων εἰπεῖν οὐ χεῖρόν ἐστι. νωθέστερά πως δοκεῖ πρόβατον καὶ ὄνος, ἄτολμα δὲ νεβροὶ καὶ πρόκες καὶ ζόρκες τε καὶ πύγαργοι καὶ οἱ λαγῴ, οὓς δὴ καὶ πτῶκας οἱ ποιηταὶ καλοῦσιν. ἀλλὰ καὶ τῶν πετεινῶν ἐστιν ἄτολμα οἱ στρουθοὶ καὶ τῶν ἐνύδρων οἱ κεστρεῖς. ἀκόλαστα δὲ κυνοκέφαλοί τε καὶ τράγοι, καὶ μέντοι καὶ ὁμιλεῖν γυναιξί φασιν αὐτούς, καὶ ἔοικεν αὐτὸ θαυμάζειν Πίνδαρος. καὶ κύνες δὲ γυναιξὶν ἐπιτολμᾶν ἐλέχθησαν, καὶ μέντοι καὶ κριθῆναι λέγεται γυνὴ ἐν τῇ Ῥώμῃ μοιχείας ὑπὸ τοῦ γήμαντος, καὶ μοιχὸς ἐν τῇ δίκῃ κύων εἶναι ἐλέγετο. ἤκουσα δὲ κυνοκεφάλους καὶ παρθένοις ἐπιμανῆναι καὶ μέντοι καὶ βιάσασθαι ὑπὲρ τὰ μικρὰ μειράκια τὰ τοῦ Μενάνδρου ἐν ταῖς παννυχίσιν ἀκόλαστα. λαγνίστατον δὲ καὶ πέρδιξ καὶ μοιχικόν. λάθρᾳ γοῦν ἐπὶ τὰς θηλείας καί πως ἀψοφητὶ λέγονται φοιτᾶν. τροφῆς δὲ τὴν κοινωνίαν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: