Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κακόηθες δὲ ἄρα καὶ ὕαινα ἦν καὶ ὅν φασι κοροκότταν. ἡ γοῦν ὕαινα πρὸς τὰ αὔλια νύκτωρ φοιτᾷ, καὶ μιμεῖται τοὺς ἐμοῦντας. ἀκούοντες δὲ οἱ κύνες προσίασιν ὡς ἐπ᾽ ἄνθρωπον: ἣ δὲ αὐτοὺς συλλαμβάνει καὶ ἐσθίει. πανουργίαν δὲ κοροκόττα, ἣν ἤκουσα καὶ αὐτήν, ἔοικα λέξειν νῦν. ἐς τοὺς δρυμοὺς ἑαυτὸν ἐγκρύψας εἶτα μέντοι τῶν ὑλουργούντων ἀκούει καλούντων ἀλλήλους ἐξ ὀνόματος καὶ μέντοι καὶ λαλούντων ἄττα. εἶτα μέντοι μιμεῖται τὰς φωνάς, καὶ φθέγγεται, εἰ καὶ μυθῶδες τὸ εἰρημένον, ἀνθρωπίνῃ γοῦν φωνῇ, καὶ καλεῖ τὸ ὄνομα ὃ ἤκουσε. καὶ ὁ κληθεὶς πρόσεισιν, ὃ δὲ ἀναχωρεῖ καὶ πάλιν [p. 185] καλεῖ: ὃ δὲ καὶ μᾶλλον κατὰ τὴν φωνὴν ἔρχεται. ὅταν δὲ αὐτὸν τῶν συμπονούντων ἀπαγάγῃ καὶ ἔρημον ἀποφήνῃ, συλλαβὼν ἀπέκτεινε καὶ ποιεῖται τροφὴν τὸ ἐντεῦθεν φωνῇ δελεάσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.